# Fragmenta in sancti Pauli epistulam ad Romanos 176

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/176

ματος, τότε δὴ τότε καὶ ἀνεπιπλήκτως φαμέν "Ἀββὰ ὁ "πατήρ·" οὐκοῦν ὡς εἰκόνες πρὸς ἀρχέτυπον, οὕτω καὶ ἡμεῖς οἱ κατὰ θέσιν υἱοὶ πρὸς τὸν φύσει τε καὶ δυνάμει καὶ ἀληθῶς ἐκ Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο. Ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Πῶς δὲ γινώσκεται διὰ τῆς δημιουργίας ἡ ἀΐδιος αὐτοῦ δύναμις; ὅτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν καὶ κεκλημένων ἐν χρόνῳ πρὸς ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσῃ; Ἐντιμότεροι τῶν ἄλλων οἱ προεγνωσμένοι καὶ νόμον λαχόντες παιδαγωγὸν, καὶ ὑποσχέσεις ἔχοντες ἐπὶ Χριστῷ, καὶ δὴ καὶ ἀπειληφότες καὶ προκεκλημένοι τῶν ἄλλων· ἔφασκεν γὰρ ὁ Σωτήρ "Οὐκ ἀπεστάλην εἰ μὴ πρὸς τὰ "πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·" καὶ τῶν διὰ πίστεως ἀνασεσωσμένων ἀπαρχὴ γεγονότες. οὐ γὰρ εἴ τινες ἐκ φρενοβλαβείας τοῦ πιστεύειν ἀπώλισθον, ταύτῃτοι, φησὶν, ἀφαμαρτήσειεν ἂν τοῦ καὶ ἀληθὴς εἶναι Θεός; οὐκοῦν πέπομφε μὲν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Πατὴρ, πεπιστεύκασι γεμὴν οὐ πάντες αὐτῷ· ἆρ' οὖν ὅτι γεγόνασί τινες ὑβρισταί τε καὶ ἄπιστοι, οὐκ ἔσται ὁ Θεὸς ἀληθὴς διὰ τοῦτο; μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης· ἀντὶ τοῦ νοείσθω τε καὶ λεγέσθω πρὸς ἡμῶν ἀληθὴς, καθοριζέσθω δὲ ὥσπερ ἀνθρώπου παντὸς τοῦ ψεύδους τὸ κατηγόρημα. ἄτρεπτος μὲν γὰρ καὶ ἀναλλοίωτος παντελῶς ἡ θεία φύσις ἐστίν· σεσάλευται δὲ λίαν ἡ ἀνθρώπου φύσις καὶ ὅσον ἧκεν εἰς τὸ ἐγχωροῦν πᾶς ἄνθρωπος

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
