# Fragmenta in sancti Pauli epistulam ad Romanos 177

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/177

Ψεύστης· καταθλεῖ γὰρ ἔσθ' ὅτε τῆς ἀνθρώπου διανοίας ὡς ἁμαρτία τὸ ψεῦδος, καὶ δέχεταί πως ἡ φύσις καὶ τοῦ τοιοῦδε τὴν νόσον· ἐπὶ δέ γε τοῦ πάντων κρατοῦντος Θεοῦ, τοιοῦτόν τι νοεῖν ἢ λέγειν οὐ θέμις. οὐκοῦν τό γε δύνασθαι παθεῖν τὸ ψεῦδος τὴν ἀνθρώπου φύσιν, ἤγουν τὴν διάνοιαν, ἀληθὲς ἔσται τὸ κατηγόρημα· οὕτω που φησὶ καὶ ὁ μακάριος Δαυείδ "Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου Πᾶς ἄνθρωπος ψεύστης·" ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος περί τε Θεοῦ καὶ ἡμῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· οἷον ἐπὶ τῆς δικαιοσύνης, φαίη γὰρ ἄν τις καὶ οὐκ ἔξω λόγου Γινέσθω δίκαιος ὁ Θεὸς, πᾶς δὲ ἄνθρωπος ἄδικος. Εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι. Ἡ τῆς τοιαύτης διαβολῆς πρόφασις ἐντεῦθεν γεγενήται· μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οἱ υἱοὶ Ἰσραὴλ κελευσθέντες ὑπὸ Κύρου ἀναδείμασθαι τὸν νεὼν καὶ πληροῦν εὐχὰς καὶ προσάγειν θυσίας, γεγόνασι ῥᾴθυμοι, προφασιζόμενοι πτωχείαν καὶ τὴν ἀπὸ τῆς αἰχμαλωσίας ταλαιπωρίαν· ταύτῃ συμμέτροις ἐσωφρονίζοντο παιδείαις, ἀφορίαις καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγοντας, καὶ ἔφασκον ἀμείνους ἑαυτῶν ὑπάρχειν ἐκείνους· καὶ γοῦν ἔφασκε πρὸς αὐτοὺς Μαλαχίας ὁ προφήτης "Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς "λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε Ἐν τίνι κατελα"λήσαμεν κατὰ σοῦ; εἴπατε, φησί Μάταιος ὁ δουλεύων "Θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, "καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου παν"τοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ "ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα· ἀντέστησαν Θεῷ καὶ "ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον,

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
