# Fragmenta in sancti Pauli epistulam ad Romanos 178

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 178. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/178

"ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος "καὶ εἰσήκουσε." ταύτης ἕνεκα, φησὶ, τῆς αἰτίας ᾤοντό τινες τοὺς ἰουδαίους λέγειν Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά· ἔνδικον γεμὴν τὸ κρῖμα εἰπὼν, ἢ τῶν ἰουδαίοις ἐπιφημιζόντων ἐκεῖνα, ἤγουν τῶν λέγειν ἀποτολμώντων Ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά. Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται. Οἶδα ὅτι γέγραπται περί τινων, ὅτι "ἦσαν δίκαιοι ἀμφό"τεροι πορευόμενοι ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ "Χριστοῦ ἄμεμπτοι," καὶ ὁ μακάριος δὲ Παῦλος ἔφη, ὅτι καὶ αὐτὸς "κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γέγονεν ἄμεμ"πτος." ἀλλ' ὁ ἐν τούτοις ἄμεμπτος, οὔπω πέπραχε τὰ δι' ὧν ἔσται λαμπρὸς καὶ ἀοίδιμος· καὶ γοῦν αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ὡς ἡγεῖτο μὲν ἅπαντα τὰ ἐν νόμῳ ζημίαν καὶ ἐν ἴσῳ σκυβάλοις κατελογίζετο· ζητοίη δὲ πάλιν "τὸ "ὑπερέχον τῆς γνώσεως Χριστοῦ." κατακρίνει δὲ πάλιν ὁ νόμος τοὺς παραβαίνοντας· ταύτῃ τοι ἑτέρωθί φησιν "Εἰ "γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον "περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ·" πλείστης δὲ οὔσης ἐντολῆς ἐν αὐτῷ, πᾶσά πως ἀνάγκη καὶ τὸν ἀκριβῆ νομοφύλακα διαπταίειν ἔν τισι, καὶ παραβάτην νόμου καθίστασθαι. καὶ ὅτι φορτικὸς ἀληθῶς, διωμολογήκασιν ἐναργῶς οἱ θεσπέσιοι μαθηταί· ἔφασκον γάρ "Νῦν οὖν τί πειράζετε "τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, "ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;" ὅτε τοίνυν Ἕλληνες μὲν ἦσαν ὑφ' ἁμαρτίαν ὡς ἠγνοηκότες τὸν δημιουργὸν, Ἰουδαῖοι δὲ ὡς τῆς τοῦ νόμου παραβάσεως ἔνοχοι, ἐδέησεν ἀναγκαίως τοῖς οὖσιν ἐπὶ τῆς γῆς τοῦ δικαιοῦντος Χριστοῦ· δεδικαιώμεθα γὰρ "οὐκ ἐξ ἔργων τῶν ἐν "δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
