# Fragmenta in sancti Pauli epistulam ad Romanos 179

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 179. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/179

"αὐτοῦ ἔλεος·" αὐτὸς γὰρ ἦν ὁ καὶ πάλαι λέγων διὰ φωνῆς προφητῶν "Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ "μὴ μνησθήσομαι·" διάττει γεμὴν ἡ δικαιοῦσα χάρις εἰς πάντας ἐν ἴσῳ, ἰουδαίους τέ φημι καὶ ἕλληνας, ὅτι καὶ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δόξα Θεοῦ δὲ νοοῖτ' ἂν εἰκότως, τὸ μήτε εἰδέναι μήτε μὴ πεφυκέναι πλημμελεῖν· κατόπιν δὲ πάντως τῶν τῆς θεότητος αὐχημάτων, πᾶσα ἡ γενητὴ κτίσις· παρώλισθον γὰρ καὶ τῶν ἀγγέλων τινές. πλὴν εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ "ἀνακεφαλαιώ"σασθαι τὰ πάντα ἐν τῷ Χριστῷ" τῷ δικαιοῦντι δωρεὰν τῇ αὐτοῦ χάριτι· τέθειται γὰρ ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι· ἐπειδὴ γὰρ πεποίηται τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα, σέσωκε τὴν ὑπ' οὐρανὸν, ἵλεών τε καὶ εὐμενῆ κατέστησεν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. Τίς γὰρ ὅλως ἢ ἐπὶ τίσιν καυχήσεται, πάντων ἠχρειωμένων καὶ ἐκκεκλικότων τῆς εὐθείας ὁδοῦ, καὶ οὐδενὸς ὄντος παντελῶς τοῦ ποιοῦντος χρηστότητα; οὐκοῦν ἐξεκλείσθη φησὶν ἡ καύχησις, τουτέστιν ἐκβέβληται καὶ ἀνῄρηται, τόπον οὐκ ἔχουσα παρ' ἡμῖν οὐδένα· ἐξεκλείσθη δὲ τίνα τρόπον; τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων πεπλουτήκαμεν, ἐλέῳ καὶ χάριτι δικαιούμενοι δωρεὰν ἐν Χριστῷ. Νόμον οὖν καταργοῦμεν διὰ πίστεως; Ἔφη τῷ θεσπεσίῳ Μωυσεῖ ὁ τῶν ὅλων Θεός "Προ"φήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ "σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα"λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρω"πος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ ὅσα ἂν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
