Ancient Greek
Page 180
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 180
Not analysed yet
"λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ "αὐτοῦ." πῶς οὖν οὐχ ἱστῶμεν νόμον διὰ τῆς πίστεως τὸν παρ' αὐτοῦ προσιέμενοι λόγον; καὶ προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μωσέως μεσίτης Θεοῦ καὶ ἀνθρώπων. καὶ πάλιν ὁ μὲν νόμος ἦν ἐν σκιαῖς, πλὴν ὠδίνων ὁρᾶται τῆς ἀληθείας τὴν μόρφωσιν· οὐκ ἀναιρεῖ δὲ τοὺς τύπους ἡ ἀλήθεια, καθίστησι δὲ ἐμφανεστέρους. Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα ἀλλ' οὐ πρὸς τὸν Θεόν. Χρῆναι δὲ ὑπολαμβάνω, ἔφη τις, τὸν περὶ τοῦ προπάτορος Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν Εἴρηταί που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τό "Θέλεις δὲ "γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων "νεκρά ἐστιν; Ἁβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδι"καιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσια"στήριον;" ἆρ' οὖν ἀλλήλοις τἀναντία φασὶν οἱ πνευματοφόροι; τί οὖν πρὸς ταῦτά φαμεν; εἰς γῆρας ἐληλακότι λοιπὸν, ἀδοκήτως λίαν ἐπηγγέλλετο αὐτῷ υἱὸν ὁ τῶν ὅλων Θεός· ἔφασκέ τε ὅτι τῇ τῶν ἄστρων ἀναριθμήτῳ πληθύϊ