# Fragmenta in sancti Pauli epistulam ad Romanos 181

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/181

φιλονεικοῦν τὸ ἐξ αὐτοῦ γενήσεται σπέρμα· ὁ δὲ ἐπείπερ ἐτίμα τὸν ὑπισχνούμενον τὸ πάντα δύνασθαι κατορθοῦν, διὰ τούτου ἐπιμαρτυρῶν τῷ Θεῷ, δεδικαίωται παρ' αὐτῷ, καὶ γέρας ἀντάξιον τῆς οὕτω θεοφιλοῦς ἐκομίζετο γνώμης τῶν ἀρχαίων αἰτιαμάτων τὴν ἀμνηστίαν. πλὴν ἐποιεῖτο κατὰ καιροὺς γύμνασμα τῷ δικαίῳ Θεὸς τὸ ἐπί γε τῷ Ἰσαὰκ χρησμῴδημα· ἀλλ' ἦν καὶ ἐπ' αὐτῷ πιστὸς καὶ φιλόθεος, ὡς τῆς πρὸς Θεὸν ἀγάπης προτάξας οὐδέν. πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητής "Ἡ πίστις συνήργει τοῖς ἔργοις "καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη·" ἔφη δέ που καὶ αὐτὸς ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἁβραάμ "Πίστει προσενήνοχε τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν "μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, "πρὸς ὃν ἐλαλήθη Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· "λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός." οὐκοῦν κἂν εἰ λέγοιτο τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά τοι τὸ προσενεγκεῖν τὸν Ἰσαὰκ πειραζόμενον, ἀλλ' ἦν καὶ τοῦτο αὐτῷ πίστεως τῆς ἑδραιοτάτης ἀπόδειξις ἐναργής. Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀξιάγαστον ἀληθῶς τοῦ Θεοῦ καὶ Πατρὸς ἀγάπησιν, ἣν εἰς ἡμᾶς ἐπεδείξατο, καθιστὰς ἐναργῆ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ πέρας καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος παρεκόμιζεν εἰς ἀπόδειξιν, ὧδέ πη λέγων "Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν "υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς "αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." ἔδωκε γὰρ ὡς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον υἱόν· ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑτέρου τινὸς χάριν γέγονε "σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ἢ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας, καταργήσῃ δὲ καὶ αὐτὸν "τὸν τὸ κράτος

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
