Ancient Greek
Page 182
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 182
Not analysed yet
"ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν" σατανᾶν· καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν· ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρχαίαν ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ ὡς ἐν ἀπαρχῇ τοῦ γένους καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ. παραβὰς γὰρ τὴν ἐντολὴν ὁ Ἀδὰμ, προσκέκρουκε τῷ δημιουργῷ· ταύτῃ τοι γέγονε καὶ ἐπάρατος καὶ θανάτῳ κάτοχος. ὁλοτρόπως δὲ ἀπολωλότας κατηλέησε πάλιν ὁ τῶν ὅλων δεσπότης· καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ Υἱὸς, ἀνιεὶς ἐγκλήματα, δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ, μεταχαλκεύων ὡς Θεὸς τὴν ἀνθρώπου φύσιν εἰς ἀφθαρσίαν, καὶ ἀνακομίζων εἰς τὸ ἀπ' ἀρχῆς· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι, πρόξενος δὲ μᾶλλον καὶ δοτὴρ τῆς πρὸς Θεὸν οἰκειότητος, δι' ἁγιασμοῦ τε καὶ ἀφθαρσίας καὶ τῆς ἐν πίστει δικαιοσύνης. ταῦτα ἡμῖν ὁ σοφὸς ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως· οὐκοῦν ὡς δι' ἑνὸς ἀνθρώπου φησὶν ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφ' ᾧ πάντες ἥμαρτον· εἰσέδυ μὲν γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις, βατὴν εἴργασται τὴν ἀνθρώπου διάνοιαν· "Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν." ἐκ προσώπου δὴ οὖν γεγονότες τοῦ παναγίου Θεοῦ διά τοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν ἀνθρώπου διάνοιαν "ἐπὶ τὰ πονηρὰ "ἐκ νεότητος," ἀλογώτερον διέζωμεν βίον· καὶ "κατέπιεν "μὲν ὁ θάνατος ἰσχύσας," ὡς ὁ προφήτης φησὶν, ἐπλάτυνε δὲ καὶ "ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξε τὸ στόμα "αὐτοῦ τοῦ μὴ διαλιπεῖν·" ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ παρα-