# Fragmenta in sancti Pauli epistulam ad Romanos 183

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/183

βάσεως γεγόναμεν μιμηταὶ καθ' ὃ πάντες ἥμαρτον, ταῖς ἴσαις ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ' οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπ' οὐρανὸν, καθῄρηται γὰρ ἡ ἁμαρτία, πέπτωκεν ὁ σατανᾶς, κατήργηται δὲ καὶ ὁ θάνατος. Ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ. Ὁ νόμος ὁ διὰ Μωυσέως, ἔλεγχος ἦν, ὡς ἔφην, τῆς τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας· κατειργάζετο δὲ μᾶλλον ὀργήν· ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ διωρισμέναις ὑποφέρεσθαι δίκαις· οὗ δὲ δὴ ὅλως παραβάσεως τρόπος, ἐκεῖ που πάντως καὶ ἁμαρτία. καὶ εἴπερ ἐστὶν ἁμαρτία θανάτου πρόξενος, πᾶσά πως ἀνάγκη συνεῤῥῶσθαι λέγειν αὐτῇ καὶ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον· καθῃρημένῃ τε πάντως συγκατασείεσθαι, καὶ οἷά περ ἰδίᾳ συνδιολλύσθαι μητρί· ἦν οὖν ἄχρι νόμου ἁμαρτία φησὶν ἐν κόσμῳ· κειμένου γὰρ ἔτι τοῦ νόμου, καὶ τὰ τῆς παραβάσεως ἐγκλήματα κατὰ τῶν πταιόντων ἐκρατύνετο· ἀργοῦντος δὲ ἤδη, πέπαυται σὺν αὐτῷ τοῦ παραβαίνειν ἡ γραφή· πεπαυμένης δὲ τῆς ἁμαρτίας, ὡς ἔφην, συμπεπαύσεται καὶ ὁ θάνατος. Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως κ.τ.λ. Ἀλλ' εἰ τοῦτο, τίνα τρόπον φαίη τις ἂν κατεκράτησε τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος; εἰ γὰρ καί τινες οὐ γεγόνασι ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχοι, διά τοι τὸ μήπω τεθεῖσθαι τὸν νόμον, ἀλλ' ὑπέδυσαν καὶ αὐτοὶ τὴν φθορὰν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅμοιον ὡσεὶ λέγοι τυχόν Ἐπιτρέχοντος τοῦ θανάτου καθ' ὁμοιότητα τὴν Ἀδὰμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πως ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας. τύπον γεμὴν αὐτὸν τοῦ μέλλοντος εἶναί

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
