Ancient Greek
Page 184
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 184
Not analysed yet
φησι, τουτέστι Χριστοῦ, καίτοι παραγεγονότος ἤδη, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας διαπεράναντος τὸ μυστήριον. πῶς οὖν μέλλοντα καλεῖ, φαίη τις ἂν ἴσως; παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας καιρῶν, ὡς μετ' αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς σωτήρ τε καὶ λυτρωτὴς, ἐπέφανε δὲ καιροῖς ἰδίοις καθ' οὓς ἠθέλησεν ὁ δυνάστης· οὗτοι δέ εἰσιν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθεικὼς εἰς τύπον τοῦ πρώτου τὸν δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς· Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα; Ὅμοιον γὰρ ὡς λέγοι Κατακεκρίμεθα τῷ θανάτῳ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπαρχὴ τοῦ γένους· ἀλλ' ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν· τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; οὐχ ὡς τὸ παράπτωμα οὕτω καὶ τὸ χάρισμα; ἀλλ' ἴσχυσε μὲν δι' ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι' ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐκ ἀληθὲς ἐκεῖνο εἰπεῖν; εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ὑπερίσσευσεν· ἀνέξεται γὰρ ἥκιστά γε, φιλάνθρωπος ὢν ὁ δημιουργὸς, κατισχῦσαι μὲν θάνατον διὰ τοῦ ἑνὸς, ἀπρακτῆσαι δὲ τὴν δι' ἑνὸς ἀνθρώπου ζωήν· ὑπερκείσεται δὲ ἡ χάρις τὰ ἐξ ὀργῆς.