# Fragmenta in sancti Pauli epistulam ad Romanos 185

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/185

Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ· εἰ γὰρ δὴ, φησὶ, τὸ ἐξ ἑνὸς, ἤτοι δι' ἑνὸς, κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ' ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν ὡς ἔφην τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἂν γένοιτο καὶ πίστει παράδεκτον καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἢ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μωυσέως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται Χριστὸς ὁ δεύτερος Ἀδὰμ, ὁδῷ τῇ πρώτῃ βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δέ φαμεν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προήκοντα γεμὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν, ἀλλ' ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς "οὐκ ἐποίησεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στό"ματι αὐτοῦ." Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς κ.τ.λ. Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινούσης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν· οὐ γὰρ δὴ, φησὶ, φαίη τις ἂν ὡς ἦν εἰκὸς κατισχῦσαι μὲν τῶν ἐπὶ τῆς γῆς τὸν δι' ἑνὸς θάνατον, εὐσθενείας γεμὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
