# Fragmenta in sancti Pauli epistulam ad Romanos 187

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 187. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/187

νόμος. νενόσηκεν οὖν ἡ φύσις τὴν ἁμαρτίαν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς, τουτέστιν Ἀδάμ· οὕτως ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὐχ ὡς τῷ Ἀδὰμ συμπαραβεβηκότες, οὐ γὰρ ἦσαν πώποτε, ἀλλ' ὡς τῆς ἐκείνου φύσεως ὄντες τῆς ὑπὸ νόμον πεσούσης τὸν τῆς ἁμαρτίας. ὥσπερ τοίνυν ἠῤῥώστησεν ἡ ἀνθρώπου φύσις ἐν Ἀδὰμ διὰ τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Διαλογιεῖταί τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνό που καὶ λέγει "Τύπος ἦν τοῦ μέλλοντος" ὁ Ἀδὰμ, καὶ ὥσπερ ἐν ἐκείνῳ κατεστάθημεν ἁμαρτωλοὶ διὰ τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα δι' ὑπακοῆς. ἔδει τοίνυν μεσολαβοῦντος, φησὶν, οὐδενὸς τὴν ἐν Χριστῷ δικαίωσιν τοῖς ἐπὶ γῆς ἀναφαίνεσθαι· εἶτα ποία γέγονε τῶν διὰ Μωυσέως νόμων ὡς ἐξ ἀνάγκης ἡ χρεία; πρὸς δὴ τὰ τοιαῦτα πάλιν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀνίσταται λέγων Νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· τὸ δέ Παρεισῆλθεν, ἀντὶ τοῦ παρεισβέβληκε μεταξὺ τῆς τε ἐν Ἀδὰμ κατακρίσεως καὶ τὴς ἐν Χριστῷ δικαιοσύνης. καὶ τίς ἂν νοοῖτο πάλιν τῆς τοῦ νόμου παρεισδρομῆς ἡ χρεία, σαφῶς ἀκούσει λέγοντος Ἵνα πλεονάσῃ τὸ παράπτωμα. τί φῂς, ὦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος, καὶ πεπλήθυνται δι' αὐτοῦ τὸ παράπτωμα; μὴ γένοιτο. χρὴ τοίνυν κατευρῦναι τῆς μυσταγωγίας τὸν τρόπον. ἔφη τοιγαροῦν ὁ Δαυεὶδ ὅτι "πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρη"στότητα, οὐκ ἦν ἕως ἑνός·" διεφθάρκασι μὲν γὰρ πάντες οἱ ἐπὶ τῆς γῆς τὴν ὁδὸν αὐτῶν μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτῃτοι καὶ ἐκολάζοντο, κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυσμὸν, ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ' οὖν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
