# Fragmenta in sancti Pauli epistulam ad Romanos 188

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 188. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/188

καὶ ἐξ ἐμφύτων κινημάτων ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου φύσις. πεπραχότας δὴ οὖν ἀθλίως τοὺς ἐπὶ γῆς κατηλέει Θεὸς, καὶ τῆς τυραννούσης αὐτοὺς ἁμαρτίας ἀπαλλάττειν ἐν Χριστῷ φιλαγάθως ἐσκέπτετο· ἀλλὰ δεῖν ᾠήθη καὶ μάλα ὀρθῶς πολὺ νοσοῦντας προαναφαίνεσθαι τοὺς ἐπὶ τῆς γῆς, ἵνα χρειωδεστάτην ἔχουσα τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γάρ φαμεν οὐ τὸν ἤδη δίκαιον, ἀλλ' εἴ τις ἐστὶν ἁμαρτίαις ἔνοχος· πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος ἵνα πλεονάσῃ τὸ παράπτωμα· τουτέστιν, ἵνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο τὸ παράπτωμα, μηδενὸς δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενὲς, ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παραβάσεως αἰτίαις. τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς ἁπάντων ἀσθενείας, ἵνα φαίνοιτο τὰ ἀνθρώπινα μόνης τῆς διὰ Χριστοῦ θεραπείας δεδεημένα· ταύτῃτοί φησιν Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις· ἔδει γὰρ εἶναι τοσαύτην ὡς ἀμείνω φαίνεσθαι τοῦ κατακρίνοντος νόμου. Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν; Βεβαπτίσμεθα μὲν ὁμολογουμένως εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· εἰ δὲ δὴ λέγοι ὡς εἰς Χριστὸν Ἰησοῦν βεβαπτίσμεθα, οὐκ ἔξω τοῦ εἰκότος ἐρεῖ· μάλιστα μὲν γὰρ ὀνόμασί τε καὶ ὑποστάσεσι καὶ προσώπων διαφοραῖς εἰς ἰδικὴν ἑτερότητα διεστήξει πως Πατὴρ πρὸς Υἱὸν καὶ πρὸς ἄμφω τὸ Πνεῦμα· Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ καὶ οὐχ Υἱός· Υἱὸς δ' αὖ πάλιν κατὰ φύσιν ὁ ἐξ αὐτοῦ καὶ οὐ Πατὴρ, Πνεῦμα δὲ ἰδικῶς τὸ Πνεῦμα τὸ Ἅγιον· ἐπειδὴ δὲ ἐν Πατρὶ μέν ἐστιν ὁ Υἱὸς, ἐν Υἱῷ δὲ Πατὴρ, ὄντος ἐν ἀμφοῖν τοῦ Ἁγίου Πνεύματος διὰ τὸ τῆς οὐσίας

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
