# Fragmenta in sancti Pauli epistulam ad Romanos 192

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 192. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/192

πρὸς ἁμαρτίαν· κατηρεμεῖ μὲν τῆς ἁμαρτίας ὁ νόμος ἐν τῇ ἁγίᾳ καὶ πανάγνῳ σαρκὶ τοῦ Χριστοῦ· καὶ οὔ τι που κεκινῆσθαί φαμεν ἐν αὐτῷ τὰ τῶν ἀνθρωπίνων παθῶν ἐκτοπώτερα, πλὴν ὅσα τὴν κίνησιν ἀδιάβλητον ἔχει, τὸ πεινῆν δὴ λέγω καὶ τὸ διψῆν καὶ τὸ κοπιᾶν καὶ ὅσα καὶ παρ' ἡμῖν ὁ τῆς φύσεως νόμος ἔξω τετήρηκεν αἰτίας· ὅμως εἰ καὶ μὴ κεκίνηται τυχὸν ἐν Χριστῷ τῆς ἁμαρτίας ὁ νόμος, διά τοι τὸ κατηυνᾶσθαι τῇ τοῦ οἰκονομοῦντος Λόγου δυνάμει τε καὶ ἐνεργείᾳ, ἀλλ' οὖν ὅταν αὕτη καθ' ἑαυτὴν ἡ τῆς σαρκὸς δοκιμάζεται φύσις, κἂν εἰ ἐν Χριστῷ νοοῖτο τυχὸν, οὐχ ἑτέραν οὖσαν παρὰ τὴν ἡμῶν εὑρήσομεν. συνεσταυρώμεθα τοίνυν αὐτῷ, σταυρωθείσης αὐτοῦ τῆς σαρκὸς, καὶ οἷον ὅλην ἐχούσης ἐν ἑαυτῇ τὴν φύσιν· καθάπερ ἀμέλει καὶ ἐν Ἀδὰμ, ὅτε γέγονεν ἐπάρατος, ὅλη νενόσηκε τὴν ἀρὰν ἡ φύσις· οὕτω γὰρ καὶ συνεγηγέρθαι λεγόμεθα τῷ Χριστῷ, συγκαθῆσθαι δὲ καὶ ἐν τοῖς ἐπουρανίοις· εἰ γὰρ καί ἐστιν ὑπὲρ ἡμᾶς ὡς Θεὸς ὁ Ἐμμανουὴλ, ἀλλ' οὖν ἐπεί τοι γέγονε καθ' ἡμᾶς ὡς εἷς ἐξ ἡμῶν, ἐγήγερταί τε καὶ συνεδρεύει τῷ Θεῷ καὶ Πατρί. συνεσταυρώθη τοίνυν ὁ παλαιὸς ἄνθρωπος· λέλυται γὰρ διὰ τῆς ἀναστάσεως τῆς ἀρχαίας ἐκείνης ἀρᾶς ἡ δύναμις· κατήργηται δὲ καὶ τὸ σῶμα τῆς ἁμαρτίας, καὶ οὐχὶ δὴ πάντως ἡ σὰρξ, ἀλλὰ τῶν ἐν αὐτῇ κινημάτων ἡ ἔμφυτος ἀγριότης, κατασείουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν, ἐνιεῖσα δὲ ὥσπερ πηλῷ καὶ τέλμασι ταῖς γεωδεστέραις ἡδοναῖς· ὅτι γὰρ ἐν Χριστῷ καὶ τοῦτο κατώρθωται τῇ ἀνθρωπείᾳ φύσει, πῶς ἂν ἐνδοιάσειέ τις, Παύλου λέγοντος ἐναργῶς "Τὸ "γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ "Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρ"τίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ "σαρκί;" ὁρᾷς οὖν ὅπως τὸ τῆς ἁμαρτίας κατήργηται σῶμα; κατακέκριται γὰρ ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον· καὶ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
