# Fragmenta in sancti Pauli epistulam ad Romanos 193

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 193. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/193

νενέκρωται μὲν ἐν πρώτῳ Χριστῷ, διαβέβηκε δὲ παρ' αὐτοῦ τε καὶ δι' αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ χάρις. Ἡ ἀγνοεῖτε, ἀδελφοί· γινώσκουσι γὰρ νόμον λαλῶ. Πανταχοῦ ἐπισφαλὲς ἀποφαίνει τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν· προτρέπει δὲ μᾶλλον ἐφίεσθαι καὶ ὅλῃ διανοίᾳ διψῆν τὴν διὰ πίστεως χάριν, τουτέστι τὴν ἐν Χριστῷ δικαίωσιν· ᾧ καὶ συντεθάφθαι διισχυρίσατο τοὺς βεβαπτισμένους, ἵνα νεκρωθέντες τῇ ἁμαρτίᾳ, Θεῷ ζήσειαν ἐν δικαιοσύνῃ. τοιγάρτοι καὶ ἔφασκεν "Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ "θνητῷ ὑμῶν σώματι εἰς τὸ ὑπακούειν ταῖς ἐπιθυμίαις "αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ "ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ ὡσεὶ ἐκ "νεκρῶν ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ "Θεῷ· ἁμαρτία γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε "ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν." ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴν ἐν Χριστῷ χάριν· πλὴν οὐκ ἠγνόησεν ὁ πνευματοφόρος ὅτι δὴ πάντως ἐροῦσί τινες, ἤγουν διαλογιοῦνται, ὅτι διημαρτήκασιν ἄρα τῆς εὐθείας ὁδοῦ καὶ ζωῆς οἱ πατέρες· ὤνησε δὲ αὐτοὺς ὁ νόμος οὐδὲν, καὶ φροῦδά πως ἤδη τῆς ἐκείνων πολιτείας τὰ αὐχήματα· εἰ γάρ ἐστι τῶν ἀτόπων τὸ ὑπὸ νόμῳ κεῖσθαι ζητεῖν, καὶ ἦν οὗτος τοῖς ἀρχαίοις ὁ τοῦ βίου σκοπὸς, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς τοῦ πρέποντος διημαρτήκασιν; ἀγωνίζεται τοίνυν ὁ Χριστὸν ἔχων ἐν ἑαυτῷ· καὶ ὑποπλάττεται μὲν εὐφυῶς τὸ καὶ αὐτοῖς βούλεσθαι συνειπεῖν τοῖς ὑπὸ νόμον βεβιωκόσι, περιτρέπει δὲ ποικίλως εἴς γε τὸ δεῖν οἴεσθαι, καιροῦ καλοῦντος εἰς πίστιν, μὴ λίαν ἐθέλειν τοῖς ἀρχαίοις ἔθεσιν ἐμφιλοχωρεῖν· ταύτῃτοί φησιν Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; ὅρος οὗτος γενικὸς

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
