# Fragmenta in sancti Pauli epistulam ad Romanos 194

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 194. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/194

κατά τε νόμου παντὸς καὶ τῶν ὑπὸ νόμον· ἅπασι μὲν γὰρ τοῖς ὑπὸ σκῆπτρα βασιλέων διορίζουσι νόμοι τό τε πρακτέον καὶ τὸ μή· ἰσχύουσι δὲ παρά γε τοῖς ζῶσιν ἔτι· εἰ δὲ δή τις τῶν ὑπὸ νόμον τῆς ἐνσωμάτου ζωῆς ἀπαλλάττοιτο, συναπεδύσατο τῇ ζωῇ καὶ τῶν νόμων τὴν ἐξουσίαν· εἰ γὰρ πέπαυται τοῦ πλημμελεῖν, ἀπρακτήσει που πάντως καὶ ὁ νόμος ἐπ' αὐτῷ. ἀληθὲς οὖν ὅτι κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ· καὶ τίς ἄρα ἐστὶν ὁ τοῦ λόγου σκοπὸς, ἀναγκαῖον εἰπεῖν· δύο κατ' αὐτὸν εἰσκομίζει χρήσιμα· ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ συντεθαμμένοι Χριστῷ διὰ τοῦ βαπτίσματος, οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ, ἔξω γεγόναμεν τῆς ἐξουσίας τοῦ νόμου, μετεστοιχειώμεθα γὰρ εἰς ζωὴν ἑτέραν· οἱ δέ γε πρὸ τῆς ἐπιδημίας, οὔπω τὸν ἐν Χριστῷ νοούμενον θάνατον ὑπομείναντες, ἔζων ἔτι τῇ ἁμαρτίᾳ. ἐκράτει δὴ οὖν ὡς ζώντων ὁ νόμος, καθάπερ ἀμέλει καὶ γυναικὸς ὁ ἀνήρ· ὥσπερ γὰρ ἡ ὕπανδρος γυνὴ, ζῶντος μὲν ἔτι τοῦ κατὰ νόμον συνῳκηκότος, οὐκ ἀνεύθυνον ποιεῖται τὴν ὑφ' ἑτέρῳ σύνοδον· εἰ δὲ δὴ τεθναίη, φησὶν, ἔξω κείσεται δίκης, κἂν εἰ ἕλοιτο τοῦτο δρᾶν ἐννόμως· κατὰ τὸν ἴσον οἶμαι τρόπον οἱ μήπω τῆς ἁμαρτίας τὴν νέκρωσιν ἔχοντες ἐν Χριστῷ, ζῶντες δὲ ὥσπερ ἐν αὐτῇ, πεπράχασιν εἰκότως καὶ ὑπὸ νόμον· κυριεύει γὰρ τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ· οἱ δέ γε ὑπὸ χάριν ἤδη γεγονότες τὴν ἐν Χριστῷ, δι' ἧς καὶ τεθνήκασι τῇ ἁμαρτίᾳ καὶ νενέκρωνται τῇ σαρκὶ, τουτέστι τοῖς πάθεσι τῆς σαρκὸς, εἰ μηκέτι χρηματίζουσιν ὡς ζῶντες ἐν κόσμῳ, ἀκαταιτίατον ποιοῖντο ἂν τὴν ἔξω νόμου ζωήν· τεθανάτωνται γὰρ ὡς ἔφην διὰ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἀπέθανον τῷ νόμῳ δικαιούμενοι διὰ πίστεως. Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο κ.τ.λ. Σάρκα μὲν τὸ σαρκικὸν ὀνομάζει φρόνημα, ὡς καὶ ἐν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
