# Fragmenta in sancti Pauli epistulam ad Romanos 195

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 195. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/195

ἑτέροις φησίν "Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύναν"ται·" καίτοι πῶς οὐκ ἀληθὲς ὡς οὐκ ἔξω γεγονόσι τοῖς παρ' αὐτοῦ μυσταγωγουμένοις τὰ τοιάδε παρεγγυᾷ; τί δὲ βούλεται δηλοῦν, πολυπραγμονεῖν ἀναγκαῖον· ὅτε τοίνυν σαρκικῶς ἐπολιτευόμεθα, φησὶ, καὶ τὸ γεῶδες ἐν ἡμῖν ἐκράτει φρόνημα, τότε καὶ ἐνηργεῖτο ἐν ἡμῖν τὰ τῆς σαρκὸς πάθη διὰ τοῦ νόμου πρὸς τὸ καρποφορῆσαι τῷ θανάτῳ· τί οὖν; φαίη τίς ἄν· τὰ πάθη τῆς σαρκὸς εἰσεκομίσθη διὰ τοῦ νόμου; εἶτα πῶς αὐτὸν ἐγκλημάτων ἀπαλλάξωμεν; τί οὖν πρὸς τοῦτό φαμεν; οὐ διὰ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κεκίνηται πάθη, τίκτεται δὲ μᾶλλον καὶ ἐξ ἐμφύτου μὲν ἡδονῆς, τὸν δὲ ἀσθενῆ καταληΐζεται νοῦν· καὶ τοῦτο ἡμῖν ἐμφανὲς καθίστησι λέγων "Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ "πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ ἀλ"λήλοις ἀντίκειται." νυνὶ δὲ τοῦτο παρεὶς, ἀντεξάγειν τὴν σάρκα τῷ πνεύματί φησι, διὰ μέσου τιθεὶς οὐδέν. οὐκοῦν οὐ διά γε τοῦ νόμου τὰ τῆς σαρκὸς ἐν ἡμῖν κινεῖται πάθη, μᾶλλον δὲ φυσικῶς· καὶ τό γε παράδοξον τοῖς τοῦ νόμου θελήμασιν ἀντανίσταται, ὡς αὐτός που φησὶν ὁ Παῦλος ὅτι "τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ "τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται." εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τῆς σαρκὸς, πῶς οὐκ ἀπόπληκτον ἐννοεῖν δι' αὐτοῦ κινεῖσθαι πρὸς ἐνέργειαν τὰ οὕτως ἀνθεστηκότα; τί οὖν ὁ Παῦλός φησιν; ὡς τεθνεῶσι τῇ ἁμαρτίᾳ διαλέγεται τοῖς διὰ τοῦ βαπτίσματος συντεθαμμένοις Χριστῷ, καὶ ὡς ἤδη τὴν τῶν παθῶν νέκρωσιν πεπλουτηκόσιν, οἷς ἂν πρέποι καὶ τὸ ἔξω δεῖν ἰέναι τοῦ νόμου, διά γε τοῦ ἀπηλλάχθαι παθῶν τῶν διὰ τοῦ νόμου καταδεδικασμένων. οὐκοῦν ἔτι μενόντων ἡμῶν ἐν τῷ φρονήματι τῆς σαρκὸς, πάθη τὰ διὰ τοῦ νόμου κατειρημένα τε καὶ ὠνομασμένα, φησὶν, ἐνηργεῖτο ἐν ἡμῖν· ἦμεν δὲ καὶ ὑπεύθυνοι τὸ τηνικάδε τῷ νόμῳ, ἅτε δὴ καὶ ζώσης ἐν ἡμῖν τῆς ἁμαρτίας ἔτι.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
