Ancient Greek
Page 196
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 196
Not analysed yet
Νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. Ἔνοχοι μὲν γὰρ ἦμεν τῷ νόμῳ, φησὶν, ὑποθείσης ἡμᾶς τῆς ἁμαρτίας αὐτῷ· εἰ δὲ ἀπεθάνομεν ἐν ᾧ κατειχόμεθα, τουτέστι τῇ ἁμαρτίᾳ, συναπρακτήσει πάντως αὐτῇ καὶ ὁ νόμος· τεθέσπισται γὰρ δι' αὐτὴν, ἵνα ἐλέγχῃ τοὺς παραβαίνοντας. ἔξω δὴ οὖν τῆς τοῦ νόμου χρείας οἱ τῇ ἁμαρτίᾳ νενεκρωμένοι· γεγόναμεν γὰρ ἑτέρῳ, καὶ αὐτῷ δουλεύσωμεν ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Ἄθρει δὴ ὅπως σοφῶς τοὺς ἐπὶ τῷ νόμῳ ποιεῖται λόγους· ἔφη μὲν γὰρ, ὅτι "ὅτε ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν "ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν "ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·" ἀπήλλακτο δ' ἂν οὐδαμῶς ὑποψίας ὁ λόγος· ἔφη γὰρ ἄν τις πρὸς ταῦτα εὐθύς Βραβευτὴς οὖν ἆρα καὶ εἰσηγητὴς ἁμαρτίας ὁ νόμος; εἰ γάρ ἐστιν ἀληθὲς ὡς ἐν ἡμῖν ἐνεργεῖται δι' αὐτοῦ τὰ παθήματα τῆς σαρκὸς, πῶς οὐκ ἂν νοοῖτο καὶ ἁμαρτίας γένεσις; τί οὖν ὁ μυσταγωγός; δριμὺς ὑπαντᾷ, καὶ ἀποφάσκει μὲν ὅτι πατὴρ ἁμαρτίας ὁ νόμος, αἰτιᾶται δὲ μᾶλλον τὴν ἀνθρώπου φύσιν ὡς ἀσθενῆ καὶ δι' αὐτοῦ παθοῦσαν τὸ ἐναλῶναι δίκαις· ταύτῃτοί φησι Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. ὅρα τὴν νῆψιν· οὐ γὰρ ἔφη Τὴν ἁμαρτίαν οὐκ εἶχον, εἰ μὴ διὰ νόμου, ἀλλ' ὅτι μὴ ἔγνων μᾶλλον αὐτήν· οὐκοῦν οὐ πρόφασις ἁμαρτίας ὁ νόμος, παραδεικτικὸς δὲ μᾶλλον αὐτῆς, τοῖς οὐκ εἰδόσιν αὐτὴν ἐμφανῆ καθιστὰς, οὐχ ἵνα μαθόντες