# Fragmenta in sancti Pauli epistulam ad Romanos 197

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/197

ἐργάσαιντο, εἴ γε καὶ πρὶν εἰδέναι, πάντως που καὶ ἔδρων· "οὐ γὰρ ἦν δίκαιος, οὐδὲ εἷς," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· ἀλλ' ἵνα τὸ ἀδικοῦν εἰδότες, πρὸς τὰ ἀμείνω μεταχωρήσειαν. καί μοι δοκεῖ γενέσθαι τι τοιοῦτον τοῖς ἀρχαιοτέροις διὰ τῆς Μωσέως ἐντολῆς. ὑποκείσθω τῷ λόγῳ πλατεῖά τις οἶμος ἀποκομίζουσά ποι, καὶ διεῤῥίφθω μὲν ἐν αὐτῇ πολλὴ διὰ μέσου χερμὰς, ὀρωρύχθω δὲ εἰ δοκεῖ καὶ βόθροι· εἶτά τινες ἔστωσαν οἱ ἐν νύκτι καὶ σκότῳ βαδίζοντες ἐν αὐτῇ, περιπταίοντές τε καὶ μάλα συχνῶς τοῖς διὰ μέσου κειμένοις, καὶ μὴν βόθροις ἀβουλήτως ἐγκαθιέμενοι· ἔχοντος δὲ ὧδε τοῦ πράγματος, δᾷδά τις λαβὼν ἐπ' αὐταῖς ἔστησε ταῖς τριόδοις, ἐμφανῆ καθιστὰς τοῖς οὖσι τὰ μεταξὺ, οὐχ ἵνα πάλιν αὐτοῖς περιπταίωσιν, ἀλλ' ἵνα μᾶλλον ὑπερφέροιντο καὶ ἀπαλλάττοιντο τοῦ κακοῦ· ἆρα οὖν ἠδίκησε τὸ φῶς, ὅτι παρέδειξε τὸ λυποῦν; ἢ μᾶλλον ἐκεῖνό φαμεν, ὡς πλείστην ὅσην αὐτοῖς ἐνεποίει τὴν ὄνησιν, ἀπετέλει δὲ καὶ ἀσφαλεστέρους; ἀλλ' οἶμαι τοῦτό ἐστιν οὐδενὶ τῶν ὄντων ἀσυμφανές. ὅτε τοίνυν ὄντες ἁμαρτωλοὶ, πλείστοις τε ὅσοις ἐγκλήμασι περιπταίοντες, ἐγνώκαμεν διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, οὐχ ἁμαρτία μᾶλλον ὁ νόμος νοοῖτ' ἂν εἰκότως ἢ λέγοιτο, πολλοῦ γε καὶ δεῖ, παραδεικτικὸς δὲ μᾶλλον τῆς ἁμαρτίας, ὡς ἔφην. Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος οὐκ ἐπιθυμήσεις ἔλεγεν. ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. Καὶ τὸ τῆς ἡμετέρας φύσεως ἀδρανὲς παρεισάγει, ὅτι δοθεὶς ὁ νόμος εἰς ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγενῆσθαι, μηδεὶς κατηγορεῖν αὐτὸν οἰέσθω τοῦ νόμου, ἀλλὰ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
