Ancient Greek
Page 199
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 199
Not analysed yet
εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας. οὐκοῦν ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἢ τὸ ἐν εἰδήσει νόμων. εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον, τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωὴν, εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ᾑρημένος, ἥλω γραφῇ ἁμαρτίας καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥᾳθυμίαις ἐπιστυγνάσας, καὶ τῆς ἀκριβείας τοῦ νόμου μονονουχὶ κατακεκράξεται λέγων Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. εἰ γάρ ἐστιν ἀληθῶς ἁμαρτία νεκρὰ χωρὶς νόμου, πῶς οὐ πιθανὸν ἐννοεῖν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον ἔμπνουν ἀποτελοῦντος, καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν ἐν ἡμῖν; οὐ γὰρ ἦμεν δίκαιοι, ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας, διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες· "οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις," καθά φησιν αὐτός. οὕτω παρελθούσης εἰς μέσον τῆς ἐντολῆς, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία, κατηρτίσθη δὲ ὁ θάνατος καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας. καὶ τί τὸ ἐντεῦθεν; πέπρακταί τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ' ἡμῖν· εὕρηται γὰρ ἡ ἐντολή φησιν ἡ δοθεῖσα πρὸς ζωὴν, αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πως τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἂν εἶεν τὴν ὄψιν ἠῤῥωστηκότες, καίτοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον, καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν, νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀῤῥωστίας ἔγκλημα τὸ ἀδικεῖσθαι παρ' αὐτοῦ· κατὰ τὸν ἴσον οἶμαι τρόπον πρόφασιν διδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολὴν, ἐξηπατῆσθαί τε δι' αὐτῆς, κατακομισθῆναι δὲ καὶ εἰς θάνατον. φαίη δ' ἄν