Ancient Greek
Page 201
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 201
Not analysed yet
ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑπεζευγμένοις· πῶς ἢ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη, διεληλάκαμεν δὲ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἡμεῖς, ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πως, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρά πως δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ' ἁμαρτίαν· καὶ τάχα που, φησὶν, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς· τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ Δεσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις· ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι. πλήν ἐστί τις αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος· προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν· τοῖς γεμὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰκαῖον ἤδη πως. οὐκοῦν εἰ φαίνοιτο διαβιοῦν ᾑρημένος ἀνοσίως, οὐκ ἀγνοίας ἔσται ἀλλ' ἀπονοίας τὸ κατηγόρημα, καὶ τῆς ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας· οὕτως ἂν λέγοιτο καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἁμαρτωλοῦ μὲν γὰρ ὑπάρχοντος καὶ τοῦ πεπλημμεληκότος ὡς ἐν ἀγνοίᾳ, ἥκιστα γεμὴν καθ' ὑπερβολὴν λεγομένου τε καὶ ὄντος ἁμαρτωλοῦ. Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν. Πνευματικόν φησι τὸν νόμον, ὡς ἀποτελοῦντα πνευμα-