# Fragmenta in sancti Pauli epistulam ad Romanos 202

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 202. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/202

τικοὺς τοὺς ἑπομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς ὁ μὴ κατὰ σάρκα ζῶν, ἀπονενευκὼς δὲ μᾶλλον ἐπὶ τὸ θέλειν ἕπεσθαι τῇ θελήσει τοῦ πνεύματος· ἔφη δὲ καὶ ὁ μακάριος Δαυείδ "Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ "μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια· ὁ φόβος Κυρίου "ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος." ὥσπερ οὖν ἄμωμόν φησιν εἶναι τὸν νόμον, οἶδε γὰρ ἀμώμους ἀποτελεῖν, πιστὴν δὲ τὴν μαρτυρίαν ὡς πιστοὺς ἀποφαίνουσαν, καὶ ἁγνὸν τὸν φόβον, ἔστι γὰρ ἁγνοποιὸς, οὕτως ἐκδέξῃ κἀνθάδε πνευματικὸν εἰρῆσθαι τὸν νόμον, ὡς πνευματικοὺς ἀποφαίνοντα τοὺς ἑπομένους αὐτῷ· εἰ γὰρ καί ἐστιν ἐν σκιαῖς, ἀλλ' οὖν ἔχει τῆς ἀληθείας τὴν μόρφωσιν. τί οὖν ὁ Παῦλος; ἰσχυρίζεται μὲν, ὅτι πνευματικὸς ὁ νόμος, αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς πολὺ νοσοῦσαν τὴν ἁμαρτίαν· καὶ πειρᾶται πληροφορεῖν, ὡς ἐπείπερ ἐστὶ πνευματικὸς ὁ νόμος, ταύτῃτοι μάλιστα φορτικός ἐστι τῇ τοῦ ἀνθρώπου φύσει· τί γὰρ, εἰπέ μοι, φησὶν, εἰ ὁ μὲν νόμος ἐστὶ πνευματικὸς, ἐγὼ δὲ σαρκικός εἰμι, τουτέστι τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος; ὁρᾷς ὅπως εἰς ὅσην ἡμῖν ἐναντιότητα θελημάτων τίθησι τὰ δηλούμενα; ἕτερον γὰρ τὸ θέλημα τοῦ πνεύματος, καὶ ἕτερον ἂν νοοῖτο τὸ τῆς σαρκός· ἀντίκεινται γὰρ ἀλλήλοις, καὶ ἀσύμβατον ἔχουσι τὴν εἰς ταυτότητα συνδρομήν· ὅτε τοίνυν σαρκικὸς μὲν ὁ ἄνθρωπος, πνευματικὸς δὲ ὁ νόμος, πῶς ἂν γένοιτο καὶ οἰστὸς τοῖς οὕτως ἠῤῥωστηκόσι τὴν ἁμαρτίαν; καὶ μάλα ἐμφρόνως· εἰ γάρ ἐστι σαρκικὸς, νοηθείη ἂν οἷά τις αἰχμάλωτος καὶ ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ' ὅπως ἐκεῖνοι πρεσβεύειν ἐγνώκασι, πλανῶντές τε καὶ πλανώμενοι· εἱμαρ-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
