# Fragmenta in sancti Pauli epistulam ad Romanos 203

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 203. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/203

μένην γάρ τινα πλαστουργοῦντες καὶ τύχην κατὰ τὸ σφίσι δοκοῦν, εἶτα τὸ κρατεῖν τῶν καθ' ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ, φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως, ἀνειμένην τε καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν τὴν ἐφ' ὅπερ ἂν ἕλοιτο τῶν πρακτέων. ἀνάγκη δὲ ὥσπερ καὶ τοῖς παρ' ἐκείνων ὅροις τε καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον· εἰ γάρ τις ἴοι κατ' αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ κἂν εἰ βούλοιτο τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν, οὐδ' ἂν ὅλως διαμωμήσαιτό τις εὖ φρονῶν, κἂν εἰ ὁρῷτο πλημμελῶν. ὃ γὰρ ἦν ἀνάγκη καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης· ἐπαινέσειε δ' ἄν τις οὐ λίαν ἐμφρόνως τὸν ἐπιεικῆ καὶ κόσμιον· τί γὰρ εἰ γέγονε τοιοῦτος οὐχ ἑκὼν, ἀλλὰ τοῖς ἑτέρου νεύμασι παρενηνεγμένος εἰς τοῦτο, μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης; Οὐκοῦν ἀπηχὲς μὲν παντελῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν καλλίστων εἰσηγητὴν, ἤγουν οἴεσθαι τῆς ἐκείνων ἀβελτερίας ἰέναι κατόπιν τὸν τῶν θείων ἡμῖν μυστηρίων γεγονότα ταμίαν, εἰ λέγοι τυχόν Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ. εἰ γὰρ δή τις ὅλως διισχυρίσαιτο, καὶ δὴ καὶ ἕλοιτο φρονεῖν, ὡς εἱμαρμένῃ μὲν καὶ τύχῃ τὴν τῶν καθ' ἡμᾶς ἀπονενέμηκεν ἐξουσίαν, πῶς οὐκ ἂν εἰκότως ἐροῖτο ἂν αὐτὸν ἐκεῖνό που λέγων Εἰ σκληραῖς καὶ δυσαντήτοις ἀνάγκαις ἐνειλημμένοι τῶν πρακτέων, ἢ μὴ, κύριοι μὲν ἡμεῖς οὐδαμόθεν καθεστήκαμεν, εἴκομεν δὲ μᾶλλον ὡς κρατοῦσιν ἑτέροις καὶ τοῦ κατὰ γνώμην εἱργόμεθα, πῶς ἡμῖν γέγραφας αὐτός "Ἢ ἀγνοεῖτε ἀδελφοὶ, γινώσκουσι γὰρ "νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
