Ancient Greek
Page 204
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 204
Not analysed yet
"χρόνον ζῇ;" κυριεύει δὴ οὖν τινα τρόπον τῶν ζώντων ὁ νόμος· ἀπρακτήσει μὲν γὰρ ἀραρότως ἐπὶ τοῖς τεθνεῶσιν· ὁρίζεται δὲ οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς ἔτι τὸν ἐν σώματι τρίβουσι βίον· καὶ στεφανοῖ μὲν ἐπαίνοις τὸν εὐδοκιμεῖν εἰωθότα, καταψηφίζεται δὲ τῶν βεβήλων τὴν δίκην· εἶτα πῶς ὁ νομοθέτης ὅσιος ἔσται κριτὴς κολάζων ἡμαρτηκότας τοὺς εἰς τοῦτο πεσεῖν ἀβουλήτως ἐκ τύχης ἠναγκασμένους; μᾶλλον δὲ τί καὶ ὅλως τὸν νόμον ὡρίσατο; τοῖς μὲν γὰρ ἔχουσιν ἐπ' ἐξουσίας ἃ ἂν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην, εἰ παρὸν εὐδοκιμεῖν ταῖς ἀγαθουργίαις ἐπιδόντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετιμήκασι, καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα· τοῖς γεμὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγὸν, καὶ ᾗπερ ἂν τοῖς κρατοῦσι δοκῇ τρεπομένοις ἀεὶ, περιττὸν οἶμαί που τὸ θέσπισμα. καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς οὐδ' ἂν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει, τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένης βρόχοις ἐνειλημμένους ἠπίστατο; ἢ γὰρ ἐκεῖνο λεγόντων οἱ δι' ἐναντίας, ὡς ἠγνόηκε τοῦτο Θεὸς, ἢ εἴπερ ὀρθὰ φρονεῖν ᾑρημένοι δεδίασι σφόδρα τὸ τῆς ἀῤῥήτου δόξης καταχέαι τὴν ἄγνοιαν· νενομοθετηκέναι δέ φασι, καὶ μὴν καὶ τῶν πλημμελούντων καθορίσαι τὰς δίκας ὁμολογήσουσιν ἐναργῶς· οἶδέ που πάντως ἐλευθέρῳ φρονήματι διαζῶντα τὸν ἄνθρωπον καὶ ῥοπαῖς ἐθελουσίοις ἐφ' ὅπερ ἂν καὶ βούλοιτο διάττειν ἰσχύοντα, παραποδίζοντος οὐδενός. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον ἐφ' ὅσον χρόνον ζῇ· οὐκοῦν οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένης νεύμασι τὰ τοιάδε φησί· φιλοσοφεῖ δὲ καὶ τῆς ἀνθρώπου