# Fragmenta in sancti Pauli epistulam ad Romanos 206

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 206. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/206

κότως Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ· ὡς πόσοι ποσάκις τεθαυμάκασι μὲν τὴν ἐγκράτειαν, καὶ δὴ καὶ μελέτης τῆς εἰς αὐτὴν ἀρξάμενοι, τοῖς τῆς μυσαρᾶς ἡδονῆς νενίκηνται κέντροις, καὶ ὀκλάσαντος αὐτοῖς τοῦ νοῦ πρὸς τὸ χεῖρον, ἐνηργήκασι τὴν ἁμαρτίαν, κατηφείας γεμὴν μετὰ τοῦτο μεμέστωνται· τούτοις ἂν πρέποι καὶ μάλα εἰκότως μονονουχὶ καὶ ἀβουλήτως ἠσθηνηκόσι τὸ φάναι δὴ πάλιν "Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ "οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία." Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. Ἐνίησι πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει, καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶς ἀῤῥωστημάτων τὴν δύναμιν κατασκέπτεται. αἵ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι τῶν παθῶν, καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων τοῦ Σωτῆρος ὁ μαθητής "Πόθεν πόλε"μοι ἐν ὑμῖν καὶ πόθεν μάχαι; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν "ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;" Τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὐχ εὑρίσκω. Τὸ γὰρ θέλειν φησὶ παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ· καὶ τὰ ἑξῆς· εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, παραδέχεται σοφῶς τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ τὸ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν. οὐκοῦν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
