# Fragmenta in sancti Pauli epistulam ad Romanos 209

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 209. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/209

Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τέως δὲ σχετλιάζει καὶ κατακράζει τῆς σαρκός· καὶ σῶμα θανάτου, τὸ ἀπὸ γῆς καὶ φιλήδονον καλεῖ διὰ τὸ νοσεῖν ἐν αὐτῷ τῆς ἁμαρτίας τὸν νόμον· ζητεῖν δὲ λέγει τὸν δυνάμενον τῶν τοιούτων ἀπαλλάξαι κακῶν, καὶ ἵν' εὐαφόρμως ἡμῖν εἰσαγάγῃ τὸν λυτρωτὴν, τουτέστι, Χριστὸν, ᾧ καὶ τὴν πᾶσαν ὁμολογεῖ χάριν· δι' αὐτοῦ γὰρ λελυτρώμεθα, οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ θανάτου τῆς σαρκός· οὐκ ἀποθάνοντες, ἀλλὰ τοῦ ἐν τοῖς μέλεσι θανάτου, τουτέστι τῆς ἐν τοῖς μέλεσιν ἀγρίας ἡδονῆς, ἐλευθερωθέντες. κρείττους γὰρ ἡμᾶς ἀπέφηνεν ὁ Χριστὸς ἡδονῆς καὶ ἁμαρτίας. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα. Μακρὸς μὲν αὐτῷ ἐκπεποίηται λόγος, βασανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος, ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τὸ γεμὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν οὐδαμόθεν ἔχει, δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃτοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν, οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος εἰ τῷ μὲν νοῒ δουλεύειν τῷ θείῳ διισχυρίσαιτο νόμῳ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας· καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη "Τὸ γὰρ "θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ."

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
