# Fragmenta in sancti Pauli epistulam ad Romanos 210

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 210. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/210

πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ, κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὖν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυναμένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν· ἀλλ' ἐν Χριστῷ πέπαυται τὸ κατακρίνον, τουτέστιν ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ. Ἀναγκαῖον δὲ οἶμαι πρὸς ἀκριβῆ διασάφησιν τῶν ἐν τούτοις ἐννοιῶν ἐκεῖνο εἰπεῖν· ὥσπερ γὰρ ἁμαρτίας καὶ θανάτου νόμον τὸ σαρκικὸν ὀνομάζει φρόνημα, πρὸς πᾶν εἶδος φαυλότητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμον πνεύματος ζωῆς τὸ θέλημα τὸ πνευματικὸν, τουτέστι τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν· ἀλλ' "ὁ μὲν σπείρων εἰς τὴν σάρκα ἐκ τῆς "σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ "τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον." οὐκοῦν ὁ μὲν νόμος τοῦ πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι· ἐδουλεύομεν γὰρ τῷ νοῒ νόμῳ Θεοῦ· ἀλλ' ἠῤῥώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐῤῥώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι' αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν "ἐξ ὕψους δύναμιν" ἠμφιέσμεθα, ταύτῃτοι καὶ λελυτρώμεθα, καὶ ὑπεζεύγμεθα μὲν οὐκ ἔτι τῷ κακῷ· κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθουργίαν καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀρχαίας ἀσθενείας

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
