Ancient Greek
Page 214
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 214
Not analysed yet
οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις, οὐδὲ γὰρ δύναται· πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς κατὰ τὸ δυνατὸν τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Ἐπικρατούσης μὲν τῆς τοῦ ἀνθρώπου διανοίας τῆς γεώδους ἡδονῆς, ἐν σαρκί τις ἐστὶν ὡς τὰ τῆς σαρκὸς φρονῶν· καὶ ὁ τοιοῦτος οὐκ ἂν ἀρέσῃ Θεῷ· καταπλουτήσαντος δὲ τοῦ νοῦ τὴν διὰ Χριστοῦ χάριν, καὶ τῆς ἄνωθεν ἰσχύος μεμεστωμένου, καὶ ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος· οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, καὶ εὐκόλως ποιεῖ τὰ ἀρεστὰ τῷ Θεῷ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ, μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς· ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ καθ' ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμόν τε καὶ ἀκαθαρσίαν. πνεῦμα δέ φαμεν τὸ ἀνθρώπινον· ἐν δὲ τῷ Τὸ πνεῦμα ζωὴ, τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην· οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί· ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν. Ἐγήγερται ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ