# Fragmenta in sancti Pauli epistulam ad Romanos 215

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 215. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/215

Πατρὸς, ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ Ἁγίου Πνεύματος, ὅ ἐστιν αὐτοῦ· ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίει ναὸν, λέγει πρὸς Ἰουδαίους "Λύσατε τὸν "ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν·" οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ' οὖν αὐτὸς ἦν ὁ ἀνιστὰς διὰ τοῦ Ἁγίου Πνεύματος· πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς διὰ Υἱοῦ ἐν Πνεύματι· ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ. Οἱ δὲ πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται, διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι, καὶ δουλείας μὲν ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι, ὅτι τε εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας πνεύματι διακεκράγασιν Ἀββᾶ ὁ πατήρ. Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Κατορθοῦται μὲν οὐ[κ ἄνευ πόνου] τὸ ἀγαθὸν, πλὴν ἐπὶ μεγάλαις ἐλπίσι τοῖς ἁγίοις ὁ πόνος· τῶν γὰρ ἐπιγείων οὐδὲν αὐτοῖς ἐπήγγελται, ἀλλὰ δόξα ἀμήρυτος, καὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον ἡ μέθεξις. οἱ γὰρ τῶν ἐπὶ γῆς ὑπερορῶντες, ἄξιοι καὶ τῶν ἀνωτάτω γερῶν· καὶ οἱ προπεπονηκότες ἐν ἀνδρείᾳ καὶ ὑπομονῇ, μέλλουσι στεφάνων ἀπολαύειν ἐν ἀσυγκρίτοις ὑπεροχαῖς· μειονεκτεῖται γὰρ ὁ εἰς ἀρετὴν πόνος τῶν μετὰ ταῦτα τιμῶν. δόξαν δὲ λέγει τῶν ἁγίων, ἐπείπερ ἐκλάμψουσιν οἱ δίκαιοι κατὰ καιροὺς ὡς ὁ ἥλιος, ἐν τιμῇ καὶ δόξῃ καὶ ἀφθαρσίᾳ γεγονότες, ἐν τῷ μεταβληθῆναι αὐτῶν τὸ σῶμα, καθὼς μετεμορφώθη ὁ Χριστὸς ἐν τῷ ὄρει.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
