# Fragmenta in sancti Pauli epistulam ad Romanos 220

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 220. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/220

μεν· ἀλαλήτοις δὴ οὖν στεναγμοῖς αἰτοῦμεν ἐν πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται πεπιστεύκαμεν, τίνα δὲ τρόπον ἀγνοοῦμεν παντελῶς. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Συνεργεῖ μὲν ἅπαντα πρὸς τὸ ἀγαθὸν τοῖς ἀγαπῶσι Θεὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι· κατὰ πρόθεσιν δὲ ἄρα τὴν τίνων; τί δ' ἂν νοοῖτο τὸ κατὰ πρόθεσιν; οὐκοῦν τὸ κατὰ πρόθεσιν εἴη ἂν τὸ κατὰ βούλησιν· κέκληνται δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος κατὰ βούλησιν τίνων; πότερον δὴ τοῦ κεκληκότος, ἢ καὶ αὐτῶν τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ' ἂν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός· ἔφη γάρ που ὁ Χριστός "Οὐ"δεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας "με ἑλκύσῃ αὐτόν·" πλὴν ἔν γε τούτοις οὐκ ἄν τις ἁμάρτοι τοῦ πρέποντος λέγων, ὡς κλητοὶ γεγόνασί τινες κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους κ.τ.λ. Πολλοὶ μὲν, φησὶν, οἱ κατὰ πρόθεσιν κλητοὶ, οὐ μὴν ἅπαντες ἐκλεκτοὶ, μόνοι δὲ οὗτοι τετίμηνται οἳ καὶ προεγνώσθησαν ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ τίς ἂν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος "Ὥσπερ γὰρ ἐφορέσαμεν "τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ "ἐπουρανίου." οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ τουτέστι τὴν ἐν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
