Ancient Greek
Page 228
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 228
Not analysed yet
ὡς Θεὸς, ἔφη γάρ που πρὸς Μωυσέα Ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, πῶς οὐχ ἁπάσης ἔσται διαβολῆς ἐκτὸς τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ ἀπόστολος ὡς τάχα που οἰήσονταί τινες νεύμασι τοῖς θείοις τοὺς μὲν εἶναι ἀγαθοὺς, τοὺς δὲ ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας καί φησιν Ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· εἰ γὰρ δὴ μεμίσηται μὲν ὁ Ἡσαῦ καὶ πρίν τι δράσαι τῶν φαύλων, τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακὼβ, ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἢ θέλων, τουτέστιν ὁ δράσαι τι τῶν ἀγαθῶν προθυμούμενος, ἀπήρτηται δὲ πάντα τὰ καθ' ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων; Εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν καί φησι Λέγει γὰρ ἡ γραφὴ τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος καί φησιν Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει· ἐρεῖς οὖν μοι Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ' ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν· πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ· διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ, κατοικτείρει τε καὶ ἐλεεῖ τοὺς οἷς ἂν ἁρμόσαι τὸ ἐλεεῖσθαι δεῖν, ὑποφέρει δὲ δίκαις τὸν ἀλιτήριον, οὐκ εὐθὺς καὶ κατὰ πόδα τῶν αἰτιαμάτων ἀκολουθούσης ὀργῆς, προεισβαλούσης δὲ μᾶλλον μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα