# Fragmenta in sancti Pauli epistulam ad Romanos 229

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 229. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/229

λέγουσιν ἀντανίσταται, τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ τε φημὶ καὶ μέντοι καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων Ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν· εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναθήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τὸ κρίνειν ἕκαστα καθ' ὃν ἂν αὐτὸς εἰδείη τρόπον, ἐνδοιάσει δὲ κατ' οὐδὲν ὡς ἔστιν ὅσιον ὅπερ ἂν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ' ἐξουσίας τὰ ἐφ' ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν πότερον καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν, ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ· οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; Ἀλλ' ἴσως καὶ πρός γε τοῦτό τινες ἐκεῖνό φασιν Εἰ κεραμέως δίκην καθ' ὃν ἂν βούλοιτο τρόπον διαπλάττει Θεὸς, ὡς τὸ μὲν εἰς τιμὴν ποιῆσαι σκεῦος, τὸ δὲ εἰς ἀτιμίαν, πῶς οὐχ ἁπαστισοῦν ἀναπείσει λόγος, τὸ γεγονὸς οἴεσθαι πάντη τε καὶ πάντως τοιοῦτον ἔχειν τὸν τρόπον καθ' ὃν καὶ πεποίηται; ὥστε ὁ μέν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο, πεποίηται δέ τις ἕτερος ἤγουν ἐξεγήγερται σκληρὸς, ἵνα ὡς αὐτός φησι διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ· ποία τοίνυν ἔτι τοῖς πταίουσιν ἡ γραφή; γεγόνασι γὰρ εἰς τοῦτο. Πρὸς δὴ τὰ τοιαῦτα φαίη τις ἂν, ὅτι μάλιστα μὲν οὐκ ἂν ἔχοιεν εἰπεῖν ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν· οὐ γὰρ ἔφη πεποιῆσθαί τινας ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη τιμῆς τε καὶ ἀτιμίας, οὐδὲ φύσιν αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
