# Fragmenta in sancti Pauli epistulam ad Romanos 230

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 230. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/230

ὅλως· ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονταί τινες οἷά περ σκεύη κεραμικὰ, ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν· καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ἡμῖν πεπαίδευται λόγων· τίνα οὖν ἄρα τρόπον διαπλάττονταί τινες, οἷά περ ἐκ κεραμέως, οἱ μὲν εἰς τιμὴν οἱ δὲ εἰς ἀτιμίαν καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τις ἂν τοῖς Ἱερεμίου λόγοις ἐντυχών· γέγραπται δὲ οὕτως "Ἀνάστηθι "καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ "τοὺς λόγους μου· καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, "καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ ἔπεσε τὸ "ἀγγεῖον ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν "αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον "αὐτοῦ τοῦ ποιῆσαι· καὶ ἐγένετο, φησὶ, λόγος Κυρίου πρὸς "μὲ λέγων Εἰ ὡς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆ"σαι ὑμᾶς οἶκος Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως "ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου· πέρας λαλήσω ἐπὶ ἔθνος ἢ "ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἐπιστρέψουσι τὸ "ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω "περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· καὶ "πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδο"μεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι καὶ ποιήσουσι τὰ πονηρὰ "ἐναντίον μου τοῦ μὴ ἀκοῦσαι τῆς φωνῆς μου, καὶ μετα"νοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς." ὁρᾷς πῶς πλάττονταί τινες εἰς τιμήν τε καὶ ἀτιμίαν, οὐ φύσιν λαχόντες τὴν ὧδε πεποιημένην, ἀλλ' οἷς ἂν δράσειαν τὴν ἰσοπαλῆ καὶ πρέπουσαν ἀντίδοσιν κομιζόμενοι; οὐκοῦν εἰ κολάζει τῶν ὅλων ὁ ποιητὴς τὸν ἐκ τρόπων ἀγαθῶν μεταφοιτῶντα πρὸς τὰ αἰσχίω, καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
