Ancient Greek
Page 234
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 234
Not analysed yet
δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημένος. Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης. Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καί φησιν Ὢ παραδόξου πράγματος· ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται, ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μωσέως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία, σαφής· οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. Λίθον προσκόμματος. Οὐ γὰρ δήπου φαμὲν ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραὴλ, ἀλλ' ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως, ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιὼν, μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινὲς, καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποίειτο δὲ τὴν προαγόρευσιν χρησίμως, οὐχ ἵνα προσκόψειαν, ἀλλ' ἵνα προεγνωκότες ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος, πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία· τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος. Μαρτυρῶ γὰρ αὐτοῖς. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον· πλὴν ἐλέγχει πεπλανημένους· ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν