# Fragmenta in sancti Pauli epistulam ad Romanos 235

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/235

ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ ἔλεγον ὅτι "Περὶ καλοῦ ἔργου "οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρω"πος ὢν ποιεῖς σεαυτὸν Θεόν·" ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι Χριστὸν, ἤτοι τὴν διὰ πίστεως τὴν εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μωσέως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς· οὐ ζητήσαντες τὸν υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην οἰκονομικῶς συστέλλοντα, ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς. Τέλος γὰρ νόμου Χριστός. Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι' αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν τὸν Χριστὸν, καὶ μάλα ὀρθῶς. ἢ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ' ἂν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές; καίτοι πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀναίρεσιν τῶν διὰ Μωσέως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις, ἀλλ' ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν. Μετεῤῥυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον, ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ' ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια, τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, ὃς οὐκ ἂν διαψεύσαιτο λέγων "Οὐκ ἦλθον καταλῦσαι "τὸν νόμον ἀλλὰ πληρῶσαι." ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς ἐν καιρῷ προσενηνεγμένον, ἥκιστα μὲν ἀναιρεῖ· μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν, κατὰ τὸν ἴσον τουτωΐ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
