# Fragmenta in sancti Pauli epistulam ad Romanos 236

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 236. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/236

Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου κ.τ.λ. Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· "Τίς γὰρ συνήσει "παραπτώματα;" οὐκοῦν ἀμείνων ἡ δικαιοῦσα χάρις καὶ γραφῆς ἡμᾶς ἀπαλλάττουσα τῆς ἐν νόμῳ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει. Ὁρίζεται χρησίμως καὶ ὅπως ἂν γένοιτο πρὸς ἡμῶν ἡ πίστις, εἰ τὸ ἀμώμητον ἔχοι παρὰ Θεῷ καὶ τό γε δὴ λίαν εὖ πεποιῆσθαι δοκεῖν· τὸ μὲν γὰρ ἐνδοιάζειν ὅλως καὶ καταδονεῖσθαι φιλεῖν εἰς ἀδρανῆ διψυχίαν, ἀπόβλητον παντελῶς· περιττὸν δὲ ἴσως καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων τὸ χρῆναι περιεργάζεσθαι τὰ καὶ λόγου πέρα παντὸς, νοῦ τε ἐστὶ τοῦ καθ' ἡμᾶς ἐν ἀμείνοσι· πῶς γὰρ ἂν εἶεν ἐμφανῆ τὰ ἀποῤῥήτως παρὰ Θεοῦ τεχνουργούμενα; καὶ μὴν καὶ καρδίας ὀφθαλμὸς τίς ἂν εἴη τοσοῦτος ὡς καταθρῆσαι δύνασθαι Θεὸν, μᾶλλον δὲ τίς ἄρα συνήσει, κἂν εἴ τις ἕλοιτο λέγειν καὶ ἀφηγοῖτο τὰ πολὺ λίαν ὑπὲρ ἡμᾶς; ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς Νικοδήμῳ ποτὲ τοὺς περὶ τῆς πνευματικῆς ἀναγεννήσεως παρετίθει λόγους καὶ δὴ καὶ ἔφασκεν "Ἀμὴν "ἀμὴν λέγω ὑμῖν ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται "εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ·" [εἶτα τούτοις προσετίθει τὰ ἐφεξῆς]. συνιέντος δὲ αὐτοῦ παντελῶς οὐδὲν, τότε δὴ τότε Χριστὸς τῆς τῶν ἐννοιῶν ἰσχνότητος ὡς ἀπωτάτω τιθεὶς τῆς ἀνθρώπου διανοίας τὸ πάχος "Εἰ τὰ ἐπίγεια εἶπον

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
