# Fragmenta in sancti Pauli epistulam ad Romanos 240

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/240

Καὶ Δαβὶδ λέγει Γενηθήτω ἡ τράπεζα αὐτῶν κ.τ.λ. Γενηθήτω φησὶν ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ τὰ ἑξῆς· παρακομίζει πρὸς ἀπόδειξιν ὧν εἶπε καὶ γράμμα προφητικὸν, οὐχ ἑνὸς ἀλλὰ δύο προφητῶν πρὸς σύστασιν, "ἵνα ἐπὶ στό"ματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα." ἐπάρατος γὰρ καὶ μᾶλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα, τουτέστιν ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν· δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος χολῇ συμμιγές· διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν καὶ κάτω κεκύφασι μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς. Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο. Ἄγαμαί σε τῆς ἐπιεικείας, ὦ θεσπέσιε Παῦλε, μεταχειρίζῃ γὰρ εὐτεχνῶς τῆς οἰκονομίας τοὺς λόγους· οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκλῆσθαι τὰ ἔθνη διατεινόμενος, ἵνα εἰς ἅπαν ἀποπέσοι τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ οἷά τινι λίθῳ περιπταίσαντες Χριστῷ, ἀλλ' ἵνα μᾶλλον τοὺς ἀδοκήτως εἰσδεδεγμένους παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω, καὶ φρονεῖν ἄμεινον ἢ πρὶν, παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν. παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι· παῖδες μὲν γὰρ ἔσθ' ὅτε μικροί τε καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρέπουσας εἰσδέχονται λύπας· εἶτα πατρὸς ἢ μητρὸς ἀποδραμόντες βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον, λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας· φέρει γὰρ εἰς τοῦτο τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος· καὶ δὴ τῆς μικροψυχίας καὶ εἰκαιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσιν, αὐτῷ τε προσάγουσι τὰς παρὰ σφῶν τιμὰς, παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
