# Fragmenta in sancti Pauli epistulam ad Romanos 241

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/241

ἐπιστροφὰς καὶ ἀγάπησιν τὴν ἐφ' ἑαυτοῖς· τοιοῦτόν τι πεπράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου. Εἰ γὰρ πεπλούτηκε, φησὶν, ὁ κόσμος τὴν πρὸς Θεὸν οἰκειότητα διά γε τὸ προσκροῦσαι τὸν Ἰσραὴλ καὶ, ἐπείπερ εἰσὶν ἐν ἐνδείᾳ φρενὸς ἀγαθῆς, προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη λοιπὸν ἡ πρόσληψις αὐτῶν, ἢ μονονουχὶ καὶ θανάτου λύσις καὶ ζωὴ ἐκ νεκρῶν; Εἴ πως παραζηλώσω μου τὴν σάρκα. Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται, ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν· δοξάζειν δέ φησι τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκαίας ἐπιθυμῶν· ἀλλ' ἵνα φησὶ παραζηλώσω μου τὴν σάρκα· σάρκα δὲ πάλιν ἰδίαν ἐν τούτοις ὀνομάζει τὸν Ἰσραὴλ, ἤτοι τὸ κατὰ σάρκα γένος. ὅμοιον οὖν ὡσεὶ λέγοι τυχόν Εὐκλεᾶ τε καὶ ἀξιόχρεων καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑφήλιον χρειωδεστάτην· οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλὴν, ἀλλ' ἵνα τὸ κατὰ σάρκα γένος ἀνασώσαιμι τὸ ἐμόν· μονονουχὶ διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, καὶ διανιστὰς εἰς τὸ ἑλέσθαι δεῖν τῇ διὰ Χριστοῦ χάριτι δικαιοῦσθαι.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
