Ancient Greek
Page 243
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 243
Not analysed yet
πλήρωμα τῶν ἐθνῶν; ἀλλ' οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἴπερ ἐστὶν ἀληθὲς ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται οἱ Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες· τοῦτο γὰρ αὐτὸς ἔφασκεν "Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ "οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, "ἐκεῖνον λήψεσθε·" καὶ ὁ σοφώτατος Παῦλος "Ἀνθ' ὧν "τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι "αὐτούς· διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης "εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει." τί οὖν ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀδιαφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν, τό γε ἧκον εἰς νοῦν καὶ σκοπὸν τὸν τοῦ κεκληκότος; οὐ γὰρ εἴ τινες ἐθελοντὶ παρώλισθον καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτῃτοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσομεν λόγον· ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ' ὅτου πεποίηνται τὴν ἀπόστασιν; οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκεν, σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ· ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς, βεβαιοῖ τὰ τῆς ἐλπίδος, λόγιον παρατιθεὶς ἱερόν· σωθήσεται γὰρ κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἔσχατος καλούμενος μετὰ τὴν τῶν ἐξ ἐθνῶν κλῆσιν. Ἐχθροὶ δι' ὑμᾶς. Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ κήρυγμα τὸ εὐαγγελικὸν,