# Fragmenta in sancti Pauli epistulam ad Romanos 244

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 244. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/244

γεγόνασιν ἐχθροί· προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν· διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι' ἐκείνους ἀγαπητοί· ὅμως ἐχθροὶ γεγόνασιν ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν. Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ κ.τ.λ. Ἴσα δείκνυσι τὰ ἀμφοῖν ἐγκλήματα, καὶ μιᾷ χάριτι τεθεραπευμένους τούς τε ἐξ ἐθνῶν καὶ τὸν Ἰσραήλ· κέκληται μὲν γὰρ κατὰ καιροὺς διὰ τοῦ Μωσέως ὁ Ἰσραὴλ, καὶ τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας ἐξῄρηται· ἀλλ' οἱ τῶν δαιμόνων θεραπευταὶ, τουτέστι τὰ ἔθνη, ὡς διά γε τῶν Αἰγυπτίων νοούμενα, τέως ἠπείθησαν τῷ ἐλέει τῶν ἐξ Ἰσραήλ· οὐ γὰρ πεπιστεύκασι ταῖς θεοσημίαις ταῖς διὰ Μωσέως, οὐκ ἤθελον εἰδέναι τὸν τῶν Ἑβραίων Θεόν. ἀλλ' ἐξεπέμπετο μὲν μόλις ἱερουργήσων κατὰ τὴν ἔρημον τῶν Ἰουδαίων ὁ δῆμος· εἴχοντο δὲ αὐτοὶ τῆς ἀρχαίας ἀπάτης, ἀλλὰ νῦν ἠλέηνται προσκεκρουκότος τοῦ Ἰσραὴλ, ὃς καὶ ἠπείθησε τῷ ἐλέει τῶν ἐθνῶν, ἵνα καὶ αὐτὸς ἐλεηθείη κατὰ καιρούς. ἴσα τοιγαροῦν, ὡς ἔφην, τὰ ἀμφοῖν ἐγκλήματα, τῆς τοῦ κατοικτείροντος ἐπικουρίας ἐν ἴσῳ τρόπῳ δεδεημένα· συγκεκλεῖσθαι δέ φησι τοὺς πάντας εἰς ἀπείθειαν παρὰ Θεοῦ, ἵνα τοὺς πάντας ἐλεήσῃ. καὶ οὔ τι που τῆς θείας βουλῆς ἔργον γενέσθαι λογιούμεθα τὸ ἀπειθῆσαί τινας, ἵνα καὶ κατοικτείροιντο πεσόντες εἰς τοῦτο· συνέκλεισε δὲ μᾶλλον εἰς ἀπείθειαν, ἐνόχους ὄντας ἀποφαίνων τοῖς ἀπειθείας ἐγκλήμασι, καὶ οἷον ἐξ αὐτῶν τῶν πραγμάτων ἐληλεγμένους· ὡς εἰς τοῦτο λοιπὸν καθίκοντο δυσπραξίας, ὡς μονονοὺ δεῖσθαι τοῦ κατοικτείρεσθαί τε καὶ ἐλεεῖσθαι.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
