Ancient Greek
Page 245
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 245
Not analysed yet
Οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ κ. τ. λ. Οἶδα καὶ πέπεισμαί φησιν ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι' ἑαυτοῦ, καὶ τὰ ἑξῆς. ἀξιόχρεως ὁ μάρτυς εἰδέναι καὶ πεπεῖσθαι διισχυριζόμενος· προσεπάγει δὲ τό Ἐν Κυρίῳ Ἰησοῦ πρὸς τὸ καὶ ἔτι μειζόνως ἐμπεδοῦσθαι τὸ ἀληθὲς, ἕπεσθαί τε τοῖς ἀκροωμένοις τὴν πίστιν ἐνδοιασμοῦ τινος δίχα· διαμέμνηται δὲ πάντως που εἰρηκότος τοῦ Χριστοῦ "Οὐ τὸ "εἰσπορευόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον·" καὶ ὅτι πᾶν ἔδεσμα χωρεῖ μὲν εἰς τὴν κοιλίαν, ἐκπέμπεται δὲ καὶ εἰς ἀφεδρῶνα· καὶ τοῦτο φύσις αὐτῷ καὶ χρεία. οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἰδίαν φύσιν, κοινὸν ἢ βέβηλον οὐδὲν τῶν τελούντων εἰς τροφὰς, "ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύ"ξεως·" μεμνήμεθα δὲ ὅτι καὶ πρὸς τὸ εἶναι παρενεγκὼν τὰ πάντα Θεὸς, εἶδεν φησὶν ὅτι "καλὰ λίαν," καὶ εὐλόγησεν αὐτά. ἐπαινοῦντος γεμὴν Θεοῦ καὶ μὴν καὶ ἀπηυλογηκότος τὰ ἴδια κτίσματα, τίς ὁ φάναι τολμῶν μολυσμοῦ καὶ βεβηλώσεως εἶναι πρόξενα, καὶ οὐκ αὐτοῦ ποιήσεται τὴν κατάῤῥησιν τοῦ παρενεγκόντος εἰς ὕπαρξιν; οὐκοῦν κοινὸν μὲν τῇ φύσει τῶν πεποιημένων παντελῶς οὐδέν· εἰ δὲ δή τις οἴοιτο κοινὸν εἶναί τι, κεκοίνωται διὰ τοῦτο καὶ νενόσηκεν αὐτὸς ὡς ἐν ἰδίᾳ γνώμῃ τὴν βεβήλωσιν· πάντα μὲν γὰρ καθαρὰ, κοινοῖ δὲ τὸν ἄπιστον ἡ ἐπί τισιν ὀλιγοπιστία, καὶ οὐκ αὐτά που πάντως ἃ νενόμικεν εἶναι κοινά. ὥσπερ γὰρ τοῖς τελείοις τὸν νοῦν εἷς ὁ φύσει Θεὸς καὶ οὐδεὶς ἐπ' αὐτῷ ἕτερος, ἀλλ' οὔτε εἴδωλόν τι ἐστὶν ἐν κόσμῳ, λελόγισται δὲ παρ' οὐδὲν καὶ τὸ εἰδωλόθυτον· ὁ γὰρ εἴδωλον οὐκ εἰδὼς, πῶς ἂν εἰδείη τὸ εἰδωλόθυτον; τοῖς γεμὴν οἰομένοις πολλοὺς εἶναι θεοὺς, ἔσται τι πάντως καὶ εἰδωλόθυτον· οὕτω τοῖς πεπιστευκόσιν ἀβέβηλά τε εἶναι καὶ καθαρὰ τὰ παρὰ Θεοῦ, κοινὸν μὲν τῇ φύσει παντελῶς οὐδέν· ἀνεῖται δὲ πάντως ἐπ'