# Fragmenta in sancti Pauli epistulam ad Romanos 247

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Romanos, Page 247. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-romanos/247

Διὸ προσλαμβάνετε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ. Ἓν σῶμα ἐσμὲν οἱ πολλοὶ, καὶ ἀλλήλων μέλη κατὰ τὸ γεγραμμένον, συνείροντος ἡμᾶς εἰς ἑνότητα τοῦ Χριστοῦ τοῖς τῆς ἀγάπης δεσμοῖς· "αὐτὸς γὰρ ὁ ποιήσας τὰ ἀμφό"τερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὸν νόμον "τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας." δεῖ δὴ οὖν ἄρα τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους, "καὶ εἴ τι πάσχει ἓν μέλος, "συμπάσχειν πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, "χαίρειν πάντα τὰ μέλη." διὸ προσλαμβάνεσθέ φησιν ἀλλήλους καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν Θεοῦ· προσληψόμεθα δὲ ἀλλήλους, τὰ αὐτὰ φρονεῖν ᾑρημένοι, βαστάζοντες δὲ καὶ ἀλλήλων τὰ βάρη, καὶ τηροῦντες "τὴν "ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης." οὕτως ἡμᾶς προσελάβετο καὶ ὁ Θεὸς ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὴς οὕτως ἠγαπῆσθαι τὸν κόσμον εἰπὼν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὥστε καὶ αὐτὸν ὑπὲρ ἡμῶν δεδόσθαι τὸν Υἱόν· δέδοται γὰρ τῆς ἁπάντων ἡμῶν ζωῆς ἀντάλλαγμα, καὶ θανάτου τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ θανάτου καὶ ἁμαρτίας ἐκλελυτρώμεθα. καὶ τόν γε τῆς οἰκονομίας σκοπὸν διαλευκαίνει λέγων Χριστὸν γεγενῆσθαι διάκονον περιτομῆς ὑπὲρ ἀληθείας, καὶ τὰ ἑξῆς. ἐπειδὴ γὰρ τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι καὶ εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα καὶ ὡσεὶ "τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ "πλήθει," ταύτῃτοι πέφηνεν ἐν σαρκὶ καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος, αὐτὸς ὢν ὁ πᾶσαν τὴν κτίσιν καὶ εἰς τὸ εἶναι συνέχων, καὶ τὸ εὖ εἶναι τοῖς οὖσιν ἀπονέμων ὡς Θεός· ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, πλὴν οὐ διακονηθῆναι μᾶλλον καθά φησιν αὐτὸς, "ἀλλὰ δια"κονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ὑπὲρ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg003.local001/.
