Ancient Greek
Page 248
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Romanos 248
Not analysed yet
"πολλῶν." ὡμολόγει γεμὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν· ἔφασκε γάρ "Οὐκ ἀπεστάλην "εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ." οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος διάκονον αὐτὸν γεγενῆσθαι ἐκ περιτομῆς εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, τεθεῖσθαί τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλαιον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην τὸν Σωτῆρά τε καὶ λυτρωτήν. ἔδει γὰρ ἔδει διὰ πολλὴν ἀπείθειαν ὑβριζούσης αὐτὸν ἀνοσίως τῆς περιτομῆς, καὶ τὴν παρ' αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· ταύτῃτοι κατευρυνομένης ὥσπερ ἐφ' ἅπαντας τῆς ἄνωθεν γαληνότητος προσελήφθη τὰ ἔθνη, καὶ τῆς ἐν Χριστῷ σοφίας τὸ μυστήριον οὐχ ἡμαρτηκὸς ὁρᾶται τοῦ πρὸς ἡμερότητα βλέποντος σκοποῦ· σέσωσται γὰρ ἀντὶ τῶν ὠλισθηκότων ἡ ὑπ' οὐρανὸν, κατοικτείροντος Θεοῦ. ὅτι δὲ προαναπεφώνητο τὸ μυστήριον διὰ φωνῆς ἁγίων προεγνωκότων ἐν πνεύματι τὰ ἐσόμενα, καθίστησιν ἐναργεστάτῃ τῶν προφητειῶν παραθέσει.