# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 251

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 251. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/251

ἀρχὰς, θρόνους τε καὶ ἐξουσίας καὶ ἁπαξαπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν. Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ὅτι ὀνόματι τῷ δεσποτικῷ κατασεμνύνεσθαι δεῖν, ἀναγκαῖον ἦν ἅμα καὶ σοφὸν ἀναπεῖσαι, λέγων αὐτὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν "Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται "ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς·" χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ τὸ ὄνομα τὸ καινὸν πεπλουτήκαμεν, οὗ δικαίως ἐστέρηνταί τινες τῶν ὀρθῶν τῆς Ἐκκλησίας ἀποφοιτῶντες· καὶ προσκείμενοι πνεύμασι πλάνοις καὶ ἀνοσίων τινῶν ψευδοδιδασκάλων τερατισμοῖς, τὸ αὐτῶν ἐσχήκασιν ὄνομα, καὶ μάλα εἰκότως· οὐ γὰρ εἰσὶ τοῦ Χριστοῦ, τὴν κατ' αὐτοῦ δυσφημίαν μερισάμενοι, καὶ εἰς διαφόρους δόξας τε καὶ γνώμας κατεσχισμένοι, καίτοι Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ. καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ, συνδέντος ἡμᾶς εἰς ὁμοψυχίαν καθ' ἕνωσιν τὴν πνευματικὴν τοῦ περὶ ἡμῶν λέγοντος τῷ Θεῷ καὶ Πατρί Θέλω ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτως "καὶ αὐτοὶ ἐν ἡμῖν ἓν "ὦσιν." Μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; Εἰ ἕτερος τὸν ὑπὲρ ἡμῶν ἀνέτλη σταυρὸν, αὐτοῦ καὶ λεγώμεθα· καὶ εἰ βεβαπτίσμεθα τυχὸν εἰς τὴν ἑτέρου κλῆσιν, ἐκεῖνος ἡμᾶς ἐχέτω, καὶ αὐτὸν ἐπιγραψώμεθα σωτῆρα καὶ λυτρωτήν· εἰ δέ "Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν "ἡμῶν," καὶ αὐτῷ καὶ μόνῳ συντεθάμμεθα "διὰ τοῦ βαπ"τίσματος εἰς τὸν θάνατον," πλουτείτω, φησὶ, τοὺς ἠγορασμένους αὐτός· σεσώσμεθα γὰρ δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχήν.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
