# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 257

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 257. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/257

"Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται;" γέγονε δὲ ὁμολογουμένως καὶ αὐτῷ τῷ Σωτῆρι σπουδὴ τὸ λαθεῖν τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, ἵνα καὶ πάθοι λαθὼν καὶ τῷ ἰδίῳ αἵματι κατακτήσηται τὴν ὑπ' οὐρανὸν ἑαυτῷ τε καὶ τῷ ἰδίῳ Πατρί. Καὶ τὰ βάθη τοῦ Θεοῦ. Βάθη τοῦ Θεοῦ τῶν ἱερῶν γραμμάτων ἡ κεκρυμμένη καὶ ἀπόθετος γνῶσις, ἢν εἰδὸς τὸ Πνεῦμα ταῖς τῶν ἁγίων ἀποκαλύπτει ψυχαῖς, θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. Ψυχικὸς δὲ ἄνθρωπος. Ψυχικός ἐστιν ὁ κατὰ σάρκα ζῶν καὶ μήπω τὸν νοῦν φωτισθεὶς διὰ τοῦ Πνεύματος, ἀλλὰ μόνην τὴν ἔμφυτον καὶ ἀνθρωπίνην σύνεσιν ἔχων, ἣν ταῖς ἁπάντων ψυχαῖς ἐμβάλλει ὁ δημιουργός. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα. Ὁ πνευματικὸς ἀνακρίνει μὲν πάντα καὶ οἷον καταλεπτύνει ταῖς ἀκριβείαις, ἀνακρίνεται δὲ ὑπ' οὐδενὸς αὐτός· ὅτι δὲ τοῖς λεγομένοις εἶναι ψυχικοῖς δεῖ δὴ πάντως εἰς ὄνησιν καὶ παιδαγωγίαν πνευματικῶν διδασκάλων, καθίστησιν ἐναργὲς προστιθείς τε καὶ λέγων Τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβιβάσει αὐτόν; ὅμοιον ὡσεὶ λέγοι Τὸν ψυχικὸν ἄνθρωπον συμβιβάσειεν ἂν οὐδεὶς, εἰ μὴ νοῦν ἔχοι Χριστοῦ· τὸ δὲ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
