# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 258

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 258. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/258

συμβιβάσαι φησὶν ἀντὶ τοῦ νοῆσαι παρασκευάσει· καὶ τίνες ἂν εἶεν οἱ νοῦν ἔχοντες Κυρίου, πάλιν αὐτὸς παρέδειξεν εἰπών Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, τουτέστι τὸ Πνεῦμα τὸ λαλοῦν ἐν ἁγίοις, καὶ ἐκκαλύπτον αὐτοῖς μυστήρια, καὶ θεῖόν τινα νοῦν ἀποφαῖνον τὸν ἐν αὐτοῖς. οὐκοῦν ὧν γεγράφασι τὰ ἀμείνω τε καὶ ὑψηλότερα, νοεῖν τε καὶ λέγειν δυναμένοις συμμεμετρήκασιν οἰκονομικῶς ταῖς τῶν μυσταγωγουμένων ἕξεσι τὴν ὑφήγησιν. Καὶ ἐγὼ, ἀδελφοὶ, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ. Οὐχ ὡς ἀπορῶν τοῦ λόγου πρὸς τελείαν γνῶσιν ἀνακομίζειν ἰσχύοντος ἐκωλύθην ὑμῖν λαλῆσαι τὰ τελειότερα, ἀλλ' ἐπειδὴ νήπιοί ἐστε τὴν ἕξιν καὶ ἀνασφαλῆ τὸν νοῦν ἔχετε, μὴ προβεβηκότα πρὸς εἴδησιν τῶν τελειωτέρων, καὶ οὐ δυνάμενον χωρεῖν τέως μυστήρια. Ἐγὼ ἐφύτευσα. Ἐφύτευσε μὲν Παῦλος, ὁ δὲ Ἀπολλὼς ἐπότισεν, ἐκάλει πρὸς αὔξησιν Θεός. τίς οὖν ἡ φύτευσις ἢ τὸ ἐν ἀρχῇ τῆς πίστεως, καὶ ὅτι τῶν ὅλων Κύριος ὁ Θεὸς ἐπιγνῶναί τε καὶ εἰπεῖν; τίς δὲ ὁ ποτισμὸς ἢ τῶν ἐκ διδασκαλίας λόγων οἱονεὶ καταβολὴ καὶ ἐπίχυσις, τρέφουσα πρὸς εὐρωστίαν τὸν τοῦ πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ "εἰς ἄνδρα τέλειον" ἀναδρομὴ ἀναλόγως ταῖς ἑκάστου σπουδαῖς τε καὶ προθυμίαις χορηγουμένη;

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
