# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 262

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/262

τῆς τεθαυμασμένης καὶ δοθείσης ἄνωθεν αὐτῷ μήνυσις ἐναργής. τετίμηκε γὰρ τοὺς ἁγίους ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. Κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Ἁγίους καλεῖ τοὺς ἡγιασμένους ἐν πνεύματι, ἀδίκους δὲ τοὺς οὔπω πεπιστευκότας ὡς ἑτοιμότατα λίαν πρὸς πᾶν ὁτιοῦν ἰόντας τῶν κακῶν· ἀνεπιτήδευτον γὰρ τῶν ἀτόπων οὐδὲν τοῖς οὔπω τὸν φύσει καὶ ἀληθῶς εἰδόσι Θεόν. Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; Κρινοῦσι δὲ αὐτὸν οὐ πάντη τε καὶ πάντως προκαθήμενοι δικασταί· "Εἷς γὰρ ὁ νομοθέτης καὶ κριτής·" ἀλλὰ τῇ τοῦ βίου σεμνότητι καὶ τῇ πρὸς πᾶν εὐπειθείᾳ μονονουχὶ καθορίζοντες τοῦ κόσμου τὴν ἁμαρτίαν, ὅτι μὴ γεγόνασιν αὐτῶν μιμηταί. μιᾶς μὲν γὰρ φύσεως οἱ πάντες ἐσμὲν, εἰ καὶ μητέρα λαχόντες τὴν γῆν καὶ ἐν τούτοις τοῖς ἐπικήροις ὄντες σώμασιν, ἀλλ' εἰ γεγόνασίν τινες ἐξ ἡμῶν φιλόθεοί τε καὶ ἀγαθοὶ, ποῖος ἄρα λοιπὸν ἐπικουρήσει λόγος τοῖς τὴν ἀκλεᾶ καὶ ἐπάρατον ἑλομένοις ζωὴν ἐπὶ τοῦ θείου βήματος; ἐξὸν γὰρ ἐν ἴσῳ τοῖς ἄλλοις κατασεμνύνεσθαι, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἐθελονταὶ κεχωρήκασιν. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; Ἀναγνωσόμεθα δὲ τὸν στίχον ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ, ὡς κατὰ ἐρώτησιν ἀναγνωστέον τοῦτο καθ' ὑποστιγμήν Τίς γὰρ ὁ τολμῶν εἰπεῖν, ὅτι ἀνάξιοί ἐστε τῶν οὕτως εὐτελεστάτων κριτηρίων, οἱ τῇ τοῦ βίου λαμπρότητι κρίνοντες τὸν κόσμον; εἶτα καὶ λογισμὸν ἐπάγει τοῦ εἰρημένου τῇ τοῦ μείζονος παραθέσει συνιστῶν τὸ τοῦ λόγου βέβαιον. ἀγγέλους δὲ ὧδε οὐχ ἁγίους, τοὺς ἀποστάτας δὲ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
