# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 263

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/263

μᾶλλον λέγει, τοὺς τὴν ἑαυτῶν ἀρχὴν οὐ τετηρηκότας, οἳ ἄνωθεν ὄντες καὶ σώμασι τοῖς ἀπὸ γῆς οὐ πεφορτισμένοι, κατακριθήσονται ὑπὸ τῶν ἁγίων κατὰ τὸν ἴσον τῷ κόσμῳ τρόπον διὰ τῆς τῶν ἁγίων ἐπιεικείας, ἐφ' ἅπασι τοῖς αἰσχίστοις κατηγορούμενοι. εἰ οὖν ἀγγελῶν ἀμείνους οἱ ἅγιοι, πῶς ἀνάξιοι κριτηρίων ἐλαχίστων εἶεν ἂν τῶν ἐπὶ πράγμασι κοσμικοῖς; Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε. Μικρὸν κομιδῆ καὶ τοῦ μηδενὸς ἄξιον τοῖς ἄγαν ἐπιεικέσιν ἐν ἐκκλησίᾳ τὸ κρίνειν ἐστὶ τὰ βιωτικά· πεπαιδεύμεθα δὲ καὶ τοῦτο παρὰ τοῦ Κυρίου· προσῄει μὲν γάρ τις αὐτῷ λέγων "Διδάσκαλε εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ' "ἐμοῦ τὴν κληρονομίαν· ὁ δὲ πρὸς αὐτόν Ἄνθρωπε, φησὶ, "τίς με κατέστησε κριτὴν ἢ μεριστὴν ἐφ' ὑμᾶς;" πρέποι γὰρ ἂν μᾶλλον καὶ νουνεχεστέροις ἐν ἐκκλησίᾳ τὸ κρίνειν τὰ πνευματικὰ, τὸ βασανίζειν εὐτέχνως τὸν περὶ πίστεως λόγον· ἐνηρίθμηται δὲ τοῦτο τοῖς ἄνωθεν καὶ διὰ τοῦ Πνεύματος ἀγαθοῖς· δίδοται γάρ τισι λόγος σοφίας καὶ λόγος γνώσεως, ἑτέροις δὲ καὶ διάκρισις πνευμάτων. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Πῶς ἂν εἶεν μέλη Χριστοῦ τὰ ἡμῶν; ἔχομεν αὐτὸν ἐν ἑαυτοῖς αἰσθητῶς τε καὶ νοητῶς· κατοικεῖ μὲν γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
