# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 266

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 266. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/266

καὶ τίνα τρόπον, ἐρῶ. τὰ μέλη τοῦ σώματος ἡμῶν διὰ μὲν τῆς ἁγνείας Χριστοῦ μέλη μεμενηκότα, μεθέξουσι πάντως τῆς παρ' αὐτοῦ ζωῆς τε καὶ δόξης· "μετασχηματίσει γὰρ τὸ "σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς "δόξης αὐτοῦ·" εἰ δὲ δὴ γένοιτο πόρνης μέλη, πῶς ἂν λάβοι τὸν μετασχηματισμὸν καὶ τὴν τῆς πρὸς αὐτὸν συμμορφίας λαμπρότητα νοητήν; ἐγηγερμένων γὰρ τῶν ἀπὸ γῆς σωμάτων κατὰ τὸν τῆς ἀναστάσεως καιρόν "Ἐκλάμψουσι μὲν οἱ "δίκαιοι ὡς ὁ ἥλιος," οἱ δὲ ἀσεβεῖς τε καὶ βέβηλοι καὶ βεβιωκότες ἐκτόπως, ἐγερθήσονται μὲν, οὐ μὴν ἔτι καὶ τὴν εὐκλεᾶ διαβιώσονται ζωὴν, ἀμέτοχοι δὲ μένουσι καὶ δόξης· ἀναστήσονται γὰρ οὐκ "ἐν κρίσει οὔτε μὴν ἐν βουλῇ "δικαίων," ἀλλ' ἐπὶ ποινῇ καὶ δίκῃ, κατοιχήσονται γὰρ εἰς τὸ σκότος τὸ ἐξώτερον· πῶς γὰρ ἐν δόξῃ τὸ κολαζόμενον; προσεπάγει δέ τι καὶ ἕτερον, οὐκ ἀνικάνως ἔχον ἀναπεῖσαι μισεῖν τὴν ἐπάρατον τοῦ σώματος ἡδονήν. Ἐπειδὴ καὶ ὁ φονεύων καὶ ἀτιμάζων καὶ λοιδορῶν, εἰ καὶ σώματι ποιεῖ τὴν ἁμαρτίαν, ἀλλ' ὅμως εἰς ἑτέρους αὐτὸ πράττει, τούτων τῶν τρόπων λέγεται Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματος, ὁ δὲ πορνεύων αὐτὸ τὸ ἴδιον ἀδικεῖ σῶμα· τὰ σώματα ἡμῶν δι' ἁγνείας μένουσι μέλη Χριστοῦ, καὶ μεταλαμβάνουσι τῆς παρ' αὐτοῦ ζωῆς καὶ δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς "υἱοθεσίας Πνεῦμα," τουτέστι τὸ Ἅγιον, "ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατήρ·" ἠγοράσμεθα δὲ καὶ τιμῆς, τεθεικότος ὑπὲρ ἡμῶν τὴν ἰδίαν ψυχὴν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
