# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 269

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 269. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/269

Καὶ τοῦτο εἰς ἅπαν ἔχει τι τοιοῦτον καὶ ἡ κατὰ νόμον σκιά· προστέταχε μὲν γὰρ τοὺς τῶν θυσιῶν ποιεῖσθαι τρόπους εἰς δόξαν Θεοῦ, τοῦτο μὲν ὑπὲρ ἁμαρτίας καὶ ἀγνοημάτων, τοῦτο δὲ εἰς καθαρισμὸν καὶ ἀπόῤῥιψιν ῥύπου, καὶ μὴν καὶ τὰς ἐν σαββάτῳ τὰς κατὰ νουμηνίαν, τὰς ἐν ταῖς ἑορταῖς· ἠφίει γεμὴν πρὸς τούτοις καὶ ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ' ἦν μὲν οὐ θέμις τῶν ἐν νόμῳ διατεταγμένων ῥᾳθυμῆσαι θυσιῶν· ἐπαίνου γεμὴν ἀξίους ἡγεῖτο Θεὸς τοὺς προστιθέντας ἐκείνοις τὰ οἴκοθέν τε καὶ ἀπὸ γνώμης ἰδίας. τοῦτό τι καὶ νῦν ἐξῳκονομῆσθαί φαμεν· οὐκ ἀπέφησε μὲν γὰρ ὁ Χριστὸς τὸ εἴπερ τις ἕλοιτο καὶ τῆς κατὰ νόμον ἅπτεσθαι κοινωνίας· κατορθοῦν δὲ τὸ μεῖζον ἡμᾶς ἀπείρξειεν ἂν οὐδὲν, εἰ τῆς εἰς λῆξιν εὐκλείας μεταποιεῖσθαι σπουδάζομεν. ἄριστα οὖν ὁ Παῦλος λέγει μὲν τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ' ὁ Κύριος, καὶ τὰ ἑξῆς· παρακομίζει δὲ εἰς ὑποτύπωσιν τῆς ἐξειλεγμένης καὶ ἀπερισπάστου ζωῆς τὰ καθ' ἑαυτὸν, πάντως που τὴν ἀγαμίαν τοῦ ἑτέρου προθείς. οὐκοῦν εἰ καὶ ἀπεδύσατό τις τὸν τοῦ νόμου ζυγὸν, μενέτω φησὶν ἐν ἐγκρατείᾳ· κληρονομήσει γὰρ οὕτω τὴν τῶν οὐρανῶν βασιλείαν. καὶ πιστώσεται λέγων ὁ τῶν στεφάνων διανομεύς "Τάδε λέγει Κύριος τοῖς εὐνούχοις

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
