# Fragmenta in sancti Pauli epistulam i ad Corinthios 270

Cyrillus, Fragmenta in sancti Pauli epistulam i ad Corinthios, Page 270. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-i-ad-corinthios/270

"Ὅσοι ἂν φυλάζωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ "ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς "ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, "κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς "καὶ οὐκ ἐκλείψει." Οὐκοῦν τῆς ἐγκρατείας ἀξιόληπτος ὁ μισθός· τοῖς γεμὴν ἤδη τῷ γάμῳ κατειλημμένοις, ἀποφοιτᾶν οὐκ ἀφίησι τῆς ἅπαξ συνῳκισμένης, ἵνα μὴ θορύβων ἔμπλεων τὴν ὑπ' οὐρανὸν τὸ σωτήριον ἀποφήνῃ κήρυγμα· οὐκ ἐπαινοῦντος τὸ χρῆμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, εἰ καὶ ὁ νόμος οἰκονομικῶς ἐφῆκε τοῖς ἀρχαιοτέροις τοῦτο ποιεῖν διὰ "τὴν "σκληροκαρδίαν αὐτῶν," καθά φησιν αὐτὸς ὁ Σωτήρ. Ὅτι δὲ ἀσφαλέστεροί τε καὶ ἀλκιμώτεροι τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ, κἀντεῦθεν ἰδεῖν τοῖς ἐθέλουσι ῥᾷον· ὁ μὲν γὰρ νόμος τοῖς ἐξ Ἰσραὴλ ἀπέφησε τὸ δεῖν ἀλλοφύλοις συνιέναι τε καὶ γαμικῶς ἀναπλέκεσθαι· ἡμῖν δὲ ὁ Παῦλος Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ τὰ ἑξῆς. ἐκείνοις μὲν γὰρ ὁ νοῦς ἦν σαθρὸς καὶ σεσαλευμένος, ἡμεῖς δὲ οὐχ οὕτως· κεχρίσμεθα γὰρ εἰς υἱοθεσίαν τῷ Ἁγίῳ Πνεύματι καὶ κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστός· βεβηκότες δὴ οὖν οὕτως πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, δεδίαμεν κατ' οὐδένα τρόπον τὸ συνεῖναί τινι τῶν ἀπίστων ἔτι· τεθαῤῥήκαμεν δὲ μᾶλλον ὅτι σαγηνεύσομεν εἰς εὐσέβειαν, καὶ οὐχ ἡμεῖς τῆς ἐνούσης ἐκείνοις ἀμαθίας ἐσόμεθα θήραμα· καὶ εὐλογοῦμεν μᾶλλον τοὺς οὔπω πιστεύσαντας ἢ μολυνόμεθα παρ' αὐτῶν· ἡγίασται γάρ φησιν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί· οὕτως

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam i ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg004.local001/.
